De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλλυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. Γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. Καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. Λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται χειμῶνα σημαίνει· καὶ ὥσπερ ἐὰν κέγχροις ποαλλοῖς κατάπλεως ᾖ χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης χιονικόν.

Ἡ τοῦ ὄνου φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται χειμῶνα σημαίνει. Καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ χειμέριον. Ἐπὶ πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Βρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον εὐδιεινόν·

καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ἕμηττον ᾖ χεμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ἔλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. Ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι, παρατεταμένον καὶ τιλλόμενον οὔπω παύεται ὁ χειμών.

Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. Ἐὰν πρωῒ χειμάζειν ἄρξηται πρωῒ παύεται καὶ ἔαρ καλὸν, ἐὰν δὲ τοὐναντίον καὶ ἔαρ ὄψιον ἔσται. Ἐὰν χειμὼν ὑέτιος τὸ ἔαρ αὐχμηρὸν, ἐὰν δʼ αὐχμηρὸς ὁ χειμὼν τὸ ἔαρ καλόν. Ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικὴς τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. Ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται ἥ τε ὄπωρα γίνεται καὶ τὸ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.

Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι χειμῶνες πολλοὶ σφόδρα γίνονται. Ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε "Γλαῦχʼ ὅρα· βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται Πόντος ἀμφὶ δʼ ἄκρα γυροῦν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος." Ἐὰν δʼ ὁμόχρων ᾖ ὑμένι λευκῷ χειμέριον. Ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δʼ ἠρεμῇ χειμέρια.

̔Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρὶς ἡμέρα χειμέριος δίεισιν. Ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. Ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλʼ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται χειμῶνα ἐσόμενον σημαίνει. Λύκος ὠρυόμενος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. Λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμώνος ὥρᾳ χειμῶνα σημαίνει εὐθύς.

Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. Τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων χειμέριον τὸ σημεῖον.

Ὅταν πνίγη γίνηται ἰσχυρὰ ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός. Ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰ ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. Δεῖ οὖν τὴν ἀρχὴν ὁρᾷν. Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται σφόδρα τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρὸν ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.

Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. Καὶ ἐάν τις σκολόπακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. Καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.