De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον. Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. Καὶ θέρους αἰ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν. Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.

Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων. Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε͂ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. Ὅταν ἶρις γένηται ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ. Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης. Πύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν. Ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. Καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.

Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη. Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν. Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον. Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.

Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. Καὶ ἐὰν ἐν Αἰγίνῃ καὶ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται. Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δʼ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες. Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται.

Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι ἄνθραξι corr. λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. Ἔστι δʼ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. Καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον.

Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐ- χμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατʼ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέ- μου σημεῖόν ἐστιν.

Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δʼ ἐρυθρὰ πνεύματος. Ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέ- φυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. Ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ βό- ρειος ὁ μείς· ὅταν δʼ ἡ κάτωθεν νότιος· ἐὰν δʼ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας. Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.

Αἴθυιαι καὶ νῆτται πτερυγίζουσαι καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προ- σημαίνουσι. Στρουθοὶ χειμῶνος ἀφʼ ἑσπέρας θορυ- βοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώ- δης.

Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χεμῶνα σημαίνει. Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. Ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δʼ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει. Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμά̓ης. Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἀνέμον σημαίνει.

Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. Βορείων δὲ γι- νομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή. Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. Καὶ ὀδαξῶν τὸν δεξιὸν --- ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δʼ ἂν ἀποφράττῃ ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δʼ ἀμφοτέρας ἀνέμου μέγεθος.

Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει. Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μετα- βολὴν πνεύματος ἢ ἐπίδοσιν. Ἐὰν ἄκραι μτέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβο- λὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον λευκὴ δὲ νότιον. Αἱ ἄλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος. Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.

Ἐὰν ἀστραπὴ παταχόθεν γίνηται ὕδωρ σημαίνει,

καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται. Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ' ἠρέμα καὶ μανῶς κατ' παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ μᾶλλον παύονται· τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.

Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. Οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. Ἄνεμοι αἴρονται ἁμʼ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη μὴ παύσωσιν ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.

Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δʼ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος. Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται ταύτῃ ἄνεμος πνευσοῦνται. Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν. Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.

Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. Τῶν δʼ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης. Ὅταν δὲ μὴ ὑπʼ ἀλλήλων διαλύωνται τὰ πνεύματα ἀλλʼ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. Καὶ ὁ εὖρος. Ὁ δʼ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.

Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δʼ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς. Δασύνουσι δʼ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ' ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.

Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι

μέγαν. Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι· πευμάτων μὲν οὖν σημεῖα ταῦτα.

Χειμῶνος δὲ τάδε. Ἥλιος δυόμενος εἰς μὴ καθαρόν. Καὶ ὡς ἂν μερισθῇ δυόμενος οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. Οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. Τὸ σελήνιον ἐὰν ὀρθὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον ὀψὲ χειμάσει. Καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι χειμῶνα σημαίνουσι.

Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. Σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. Ὄρχιλος ὡς εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνοσι καὶ ἐριθεὺς ὡσαύτως. Κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον χειμερίᾳ. Καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ιἄδοντες χειμέριοι. Στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καὶ μέλανες ἐὰν πολλοὶ φανῶσιν ὕδωρ.

Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι χειμῶνα σημαίνουσι. Καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. Ὅσα ὕδωρ σημαίνει χει- μῶνα ἄγει, ἐὰν μὴ ὕδωρ χιόνα καὶ χειμῶνα. Κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. οἰοιοῖ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. Φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. Καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει χειμερινοῦ ἔτους σημεῖον. Πρόβατα ἐὰν πρωῒ ὀχεύηται πρώϊον χειμῶνα σημαίνουσι.