De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον. Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. Καὶ θέρους αἰ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν. Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.

Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων. Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε͂ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. Ὅταν ἶρις γένηται ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ. Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης. Πύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν. Ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. Καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.

Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη. Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν. Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον. Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.

Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. Καὶ ἐὰν ἐν Αἰγίνῃ καὶ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται. Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δʼ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες. Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται.

Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι ἄνθραξι corr. λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. Ἔστι δʼ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. Καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον.