De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἐπεὶ δὲ πρὸς τὰς χώρας ἑκάστοις καὶ τοὺς τόπους ἐπινεφῆ καὶ αἰθρίαι. Διὰ τοῦτο καὶ τῶν ἐν παροιμίᾳ λεγομένων πρός τινας τόπους ἔνια, ὥσπερ

τοῦ ἀργέστου καὶ λιβὸς, ᾗ χρῶνται μάλιστα περὶ, ι Κνίδον καὶ Ῥόδον, "λὶψ ἄνεμος ταχὺ μὲν νεφέλας ταχὺ δʼ αἴθρια ποιεῖ, ἀργέστῃ δʼ ἀνέμῳ πᾶσʼ ἕπεται νεφέλη." Περὶ γὰρ τοὺς τόπους τούτους ὅ τε λὶψ ἀμφότερα ταὁ χέως ποιεῖ πνέων ἀπὸ τοιαύτης ἀρχῆς, ὅ τʼ ἀργέστης ταχὺ δασύνει τὸν οὐρανόν.

Ἐνιαχοῦ δὲ καθάπερ τάξις τίς ἐστι τῶν πνευμάτων ὥστε θάτερον μετὰ θάτερον πνεῖν ἐὰν μένῃ τινὰ χρόνον. Τάχα δὲ οὐδὲ τὸ ὅλον ἄτοπον τό γε τοιοῦτο, εἴπερ ἡ περίστασις ἀεὶ τῶν ἀνέμων εἰς τοὺς ἐφεξῆς, πάλιν μεταβάλλειν εἰς τοὺς ἐναντίους. Δύο γὰρ οὗτοι τρόποι μεταλλαγῆς ἢ περισταμένων ἢ ἐκπνευσάντων τελέως. Ὧν ἡ μὲν κατὰ τὴν περίστασιν * εὖρος εἰς τοὺς ἐφεξῆς, γὰρ ἐγγυτάτω αὕτη μετάβασις ἐν ᾗ καὶ ἀναστρέφει πολλάκις ἐπὶ τὸν αὐτὸν ὅταν ὑπὸ χειμῶνος ἀοριστία τις ᾖ, — ἡ δὲ κατὰ τὴν μεταβολὴν εἰς τοὺς ἐναντίους.

Καὶ ὅλως οὕτω πέφυκεν ἐπὶ πάντων καὶ ἐπὶ τούτων ἡ ἀνταπόδοσις καὶ οἷον ἡ ἀντίρροια κατὰ λόγον, ὁ περὶ τὰς ἀπογείας ὑπάρχει πρὸς τὰς τροπαίας. Αὕτη δὲ πολαο λαχοῦ καθάπερ ἐφήμερός ἐστι τάξις τῆς μεταβολῆς. Ἐνιαχοῦ δʼ οὐ τροπαία τὸ ἀντιπνέον ἀλλʼ ἕτερόν τι πνεῦμα πελάγιον ὥσπερ καὶ περὶ τὸν παμφυλικὸν κόλπον. Ἕωθεν μὲν γὰρ δύρις καλούμενος ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἰδύρου πνεῖ μέγας καὶ πολὺς, ἐπιπνεῖ δʼ αὐτῷ νότος καὶ εὖρος· ὅταν δʼ ἀντικόψωσιν ἀλλήλοις κύματός τε μέγεθος αἴρεται συνωθουμένης τῆς θαλάττης καὶ πρηστῆρες πολλοὶ πίπτουσιν ὑφʼ ὧν καὶ τὰ πλοῖα ἀπόλλυνται.

Τὸ γὰρ ὅλον ὅπου τοιαύτη σύγκρουσις γίνεται τῶν ἀνέμων, καὶ κυμάτων μέγεθος αἴρεται καὶ χειμὼν γίνεται πολὺς, ὥσπερ ὅταν ἀντιπνεόντων ἀλλήλοις μάχεσθαι φῶσι τοὺς ἀνέμους. Ἐπεὶ κἀκεῖνο κατὰ λόγον ἐστὶν, ὅταν ἐπιπέσωσιν ἀλλήλοις μήπω τελέως ἐκπεπνευκόσι τὸν χειμῶνα ποιεῖν· οἷον γὰρ ὕλην παρέθηκε θάτερος θατέρῳ. Μᾶλλον δὲ τοῦτʼ ἐμφανὲς ἐπὶ τοῦ βορέου· χειμεριώτερος γὰρ οὗτος καὶ εὐθὺ τὴν προσενεχθεῖσαν ἔπηξεν ὕλην. Ὡσαύτως δὲ καὶ ὁ νότος ἐξύγρανε καὶ ὑδατώδη ἐποίησεν. Ἐνιαχοῦ δὲ καὶ τοὺς νιφετοὺς δοκεῖ ποιεῖν ὥσπερ καὶ περὶ τὸν Πόντον καὶ τὸν Ἑλλήσποντον, ὅταν ὁ βορέας οὕτω γένηται ψυχρὸς ὥστε πήξας κατέχειν· οὐ μὴν ἀλλά γε τὸ πλεῖον διέπηξεν ἢ εἰς ὕδωρ διέλυσεν.

Καὶ αὗται μὲν οἷον χειμεριναί τινες ἐπίπνοιαι καὶ ἀντικόψεις. Αἱ δʼ ἐπʼ Ὠρίωνος ἀνατολῇ καὶ δύσει τῶν πνευμάτων ἀκρισίαι συμβαίνουσιν ὅτι ἐν μεταβολαῖς ἀεὶ πάντα μάλιστα πέφυκεν ἀοριστεῖν. Ὁ δ' Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας δύνει δʼ ἐν ἀρχῇ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μηδεμίαν ὥραν, τῆς μὲν γιγνομένης τῆς δὲ παυομένης, ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα καὶ ἄκριτα εἶναι διὰ τὸ ἐπαμο φοτερίζειν ἐξ ἑκατέρας, ὅθεν δὴ καὶ χαλεπὸς λέγεται καὶ δύνων καὶ ἀνατέλλων εἶναι διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη καὶ ἀνωμαλῆ εἶναι.