De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἡ μὲν οὖν τούτων ἰδιότης ἔχει τινὰ λόγον. Ὅτι δὲ τὰ πνεύματα τοῦ μὲν χειμῶνος καὶ τὸ ἑωθινὸν ἀπὸ τῆς ἕω πνεῖ, τοῦ δὲ θέρους καὶ τῆς δείλης ἀπὸ τῆς ἑσπέρας, ἐκείνην τὴν αἰτίαν ὑποληπτέον· ὅταν ὁ ἥλιος ἕλκων μηκέτι κρατῇ, τότε ἀφιέμενος ὁ ἀὴρ ῥεῖ· δυόμενος οὖν καταλείπει νέφη ἀφʼ ὧν τὰ ζεφύρια· καὶ ὅσον ἂν ἄγῃ τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ κατοικοῦσιν ἑωθινὸν πνεῦμα γίνεται, τοὐναντίον δὲ ὅταν δύηται ἐν τῷ κάτω μέρει ζεφύρους μὲν ἐκείνοις ποιήσει τοῖς δʼ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ συνεπομένον ἀέρος αὐτῷ.

Διὰ τοῦτο καὶ ἐὰν λάβῃ πνέοντα ἄλλον ἄνεμον μείζων γίνεται διότι προσέθηκεν. Ὥσπερ δʼ ὁ ζέφυρος ἀεὶ καὶ πόρρω πνεῖ τοῖς ἑσπερίοις οὕτω τοῖς κάτω πρὸς τὴν ἡμετέραν ἕω ἐκείνων δʼ ἑσπέραν ἄλλα πνεύματα. Ταῦτα μὲν οὖν παρὰ τὴν ὁμοιότητα παρʼ ἑκατέροις, ἥ τε ἐν τοῖς ἄκροις ἑκάστων πνοὴ γίνεται μὲν ὥσπερ καὶ τὰ ὕδατα καὶ τὰ ἄλλα κατὰ συμβεβηκὸς, οὐ μήν γε κατʼ ἀκρίβειαν ἀλλʼ ὡς ἐπὶ τὸ πᾶν. Εἴωθε δὲ ὥσπερ ἄλλο τι τῶν τεταγμένων καὶ ἐπὶ τῷ κυνὶ ὁ νότος πνεῖν. Αἴτιον δʼ ὅτι θερμὰ τὰ κάτω τοῦ ἡλίου παρόντος ὥστε γίνεται πολλὴ ἀτμίς. Ἔπνεον δʼ ἂν πολλοὶ μὴ κωλυόμενοι τοῖς ἐτησίαις· νῦν δʼ οὗτοι διακωλύουσιν.

Οἱ δὲ νυκτερινοὶ βορέαι τριταῖοι πίπτουσιν, ὅθεν ἡ παροιμία λέγεται ὡς, "οὔποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος", διότι ἀσθενῆ τὰ πνεύματα γίνεται τὰ ἀπὸ τῆς ἄρκτου νύκτωρ ἀρξάμενα· φανερὸν γὰρ ὡς οὐ πολὺς ὁ κινηθεὶς ἀὴρ ὅταν τηνικαῦτα πνέῃ τῆς θερμότητος ὀλίγης οὔσης, ὀλίγον γὰρ ὀλίγη κινεῖ. Τελευτᾷ δὲ πάντα ἐν τρισὶν, καὶ τὰ ἐλάχιστα δʼ ἐν τῇ πρώτῃ τριάδι. Ὅτι δʼ οὐκ αὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τοῦ νότου νυκτερινοῦ πνεύσαντος αἴτιον ὅτι ἐγγὺς ὁ ἥλιός ἐστι τῆς πρὸς νότον χώρας καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι· καὶ πολὺς ὁ κινούμενος ἀὴρ οὐδὲν ἔλαττον ἢ μεθʼ ἡμέραν, ἀλλʼ ὅσῳ θερμότεραι αἱ ἡμέραι κωλύουσι πνεῖν ξηραίνουσαι τὰς ὑγρότητας.

Τάχα δὲ κἀκεῖνο τοῦ βορέου αἴτιον ὅτι ἀθρόως ἡ ἔκχυσις ὥσπερ τῶν ἐκνεφίων, ταχεῖα δʼ ἡ παῦλα τῶν ἀθρόων· ἀπʼ ἀσθενοῦς γὰρ ἀρχῆς οὐδὲν μέγεθος. Ἀεὶ δʼ ὡς ἐπίπαν λάβρος, μετὰ δὲ χιόνα καὶ πάχνην νότος, ὅθεν καὶ ἡ παροιμία "φιλεῖ δὲ νότος μετὰ πάχνην", ὅτι πέψεώς τινος γενομένης καὶ ἀποκαθάρσεως ἑκάτερόν τι πίπτει· μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν εἰς τοὐναντίον ἡ μεταβολή· βορέᾳ δʼ ἐναντίος ὁ νότος. Τὸ αὐτὸ τούτῳ ὅτι μετὰ τὸν ὑετὸν καὶ τὴν χάλαζαν καὶ τὰς τοιαύτας χειμασίας ὡς ἐπὶ τὸ πολὺ πίπτει τὰ πνεύματα. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα πέψεις καὶ ἀποκαθάρσεις τινές εἰσιν.