De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἀπὸ γοῦν τῆς ἀπογείας καὶ τῆς τοιαύτης αὔρας καὶ αἱ τροπαὶ γίνονται συναθροισθέντος τοῦ ὑγροῦ ἀέρος· ἡ γὰρ τροπὴ καθάπερ παλιμπνοή τίς ἐστι πνεύματος ὥσπεο ἐν τοῖς εὐρίποις τῶν ὑγρῶν·

ὅταν γὰρ ἀθροισθῇ καὶ πλῆθος λάβῃ μεταβάλλει πάλιν εἰς τὸ ἐναντίον. Μάλιστα δʼ ἐν τοῖς κοίλοις ταῦτα γίνεται καὶ ὅπου πνέουσιν αἱ ἀπόγειαι. Τούτων δʼ ἑκάτερον εὐλόγως· ἐν μὲν γὰρ τοῖς κοίλοις ὁ ἀὴρ ἀθροισθήσεται προσπίπτων ἐν δὲ τοῖς ἀναπταμένοις διαχεῖται. Τῶν δʼ ἀπογείων πνευμάτων ἀσθενὴς ἡ φύσις ὥστʼ οὐ δύνασθαι βιάζεσθαι πόρρω· συμβαίνει δὲ καὶ ἡ ἀνταπόδοσις ἀνὰ λόγον τοῦ τε πλήθους καὶ τοῦ μεγέθους ὡς ἂν αἱ ἀπόγειαι πνεύσωσιν. Ὁμοίως δὲ καὶ κατὰ τὰς ὥρας οἷον τὸ ὀψιαίτερον ἢ πρωιαίτερον ἐμβάλλειν αὐτάς.

Γίνεται δὲ καὶ ἀνάκλασίς τις τῶν ἀνέμων ὥστʼ ἀντιπνεῖν αὑτοῖς, ὅταν ὑψηλοτέροις τόποις προσπνεύσαντες ὑπερᾶραι μὴ δύνωνται. Διὸ ἐνιαχοῦ τὰ νέφη τοῖς πνεύμασιν ὑπεναντία φέρεται καθάπερ περὶ Αἰγειὰς τῆς Μακεδονίας βορέου πνέοντος πρὸς τὸν βορέαν. Αἴτιον δʼ ὅτι τῶν ὀρῶν ὄντων ὑψηλῶν τῶν τε περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν τὰ πνεύματα προσπίπτοντα καὶ οὐχ ὑπεραίροντα τούτων ἀνακλᾶται πρὸς τοὐναντίον, ὥστε καὶ τὰ νέφη κατώτερα ὄντα φέρουσιν ἐναντίως. Συμβαίνει δὲ καὶ αὐτὸ τοῦτο παρʼ ἄλλοις.

Ἐνιαχοῦ δὲ καὶ ὑπʼ αὐτοὺς τοὺς ἐτησίας ἀντίπνοιαι γίνονται τῷ βορέᾳ διὰ τὴν περίκλασιν ὥστε καὶ ἐναντιοδρομεῖν τὰ πλοῖα, καθάπερ καὶ περὶ τὸν πόρον τὸν ἐκ Χαλκίδος εἰς Ὀρωπὸν, οὓς δὴ καλοῦσι παλιμβορέας. Γίνεται δὲ τοῦτο σχεδὸν ὅταν ὦσι λαμπρότατοι· τότε γὰρ μάλιστα δύνανται ὡς πορρωτάτω διατείνειν ὅταν πλῆθος ᾖ τὸ ἀντικόπτον. Ἐνιαχοῦ δὲ διὰ τὸ προσκόπτειν σχίζεσθαι συμβαίνει τὸν ἄνεμον ὥστε τὸ μὲν ἐκεῖσε τὸ δὲ δεῦρο ῥεῖν καθάπερ καὶ τὸ ὕδωρ ὑπὸ μιᾶς πηγῆς καὶ τῆς αὐτῆς ῥέον.