De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Εἰ δὲ πάντων τῶν πνευμάτων ἡ αὐτὴ καὶ ὑπὸ τῶν αὐτῶν γένεσις τῷ τι παραλαβεῖν, ὁ ἥλιος ἂν ὁ ποιῶν εἴη. Τάχα δʼ οὐκ ἀληθὲς καθόλου εἰπεῖν ἀλλʼ ὡς ἡ ἀναθυμίασις, οὗτος δʼ ὡς συνεργῶν. Ἀλλʼ ὁ ἥλιος δοκεῖ καὶ κινεῖν ἀνατέλλων καὶ καταπαύειν τὰ πνεύματα· διὸ καὶ ἐπαυξάνεται καὶ πίπτει πολλάκις. Οὐ καθόλου δὲ τοῦτʼ ἀληθὲς, ἀλλʼ ἐφʼ ὧν γε συμβαίνει ταύτην ὑποληπτέον τὴν αἰτίαν. Ὅταν μὲν γὰρ ἔλαττον ᾖ τὸ ἀνηγμένον ὑγρὸν, τούτου κατακρατῶν ἐξανήλωσε καὶ κατέπαυσεν ὁ ἥλιος, ὅταν δὲ πλέον συμπαρώρμησε καὶ σφοδροτέραν ἐποίησε τὴν κίνησιν.

Ἐνίοτε δὲ καὶ ἅμα τῇ δύσει κατέπαυσεν ἀφελόμενος τὴν ἀπʼ αὐτοῦ κίνησιν ἣν ἔδωκεν. Ταύτην δὲ δῆλον ὡς ἔχειν τινὰ δεῖ συμμετρίαν ὥστε μήτʼ ἐξαναλίσκεσθαι μήτʼ ἐξ αὐτῆς δύνασθαι κινεῖσθαι πλείω χρόνον. Ἔνια δὲ καὶ δύνοντος τοῦ ἡλίου πνεῖν οὐδὲν κωλύει μᾶλλον οἷον ὅσα κατέχεται τῇ θερμότητι καὶ ὥσπερ ἀναξηραίνεται καὶ ἐκκαίεται. Διὰ τοῦτο γὰρ καὶ ἐν μεσημβρίᾳ μάλιστʼ ἀπνεύματοι, παρεγκλίναντος δὲ τοῦ ἡλίου πνευματωδέστεραι.

Ποιεῖ δὲ καὶ ἡ σελήνη ταὐτὰ πλὴν οὐχ ὁμοίως· οἷον γὰρ ἀσθενὴς ἥλιός ἐστι. Διὸ καὶ νύκτωρ δεινότεραι καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμερινώτεραι. Συμβαίνει δ' οὖν ὁτὲ μὲν ἀνατέλλοντος τοῦ ἡλίου τὰ πνεύματα ἐπαίρεσθαι ὁτὲ δὲ λήγειν· καὶ ἐπὶ τῆς δύσεως ὁμοίως· ὁτὲ μὲν γὰρ κατέπαυσεν ὁτὲ δὲ ὥσπερ ἀφῆκεν. Εἰ δέ ποτε καὶ κατὰ σύμπτωμα γίνοιτο ταῦτα, καθάπερ καὶ τὰ ἐπὶ τῶν ἄστρων ἀνατολαῖς καὶ δύσεσιν, ἐπισκεπτέον, τοῦτʼ ἂν εἴη.

Καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας καὶ διὰ μέσων νυκτῶν καὶ μεσημβρίας ἄπνοιαι γίνονται καὶ μάλιστα· συμβαίνει γάρ ποτε μὲν κρατεῖν ποτὲ δὲ κρατεῖσθαι τὸν ἀέρα τὸν τοιοῦτον ὑπὸ τοῦ ἡλίου· καὶ μέσων μὲν νυκτῶν κρατεῖ, πορρωτάτω γὰρ ὁ ἥλιος τότε· μεσημβρίας δὲ κρατεῖται· κρατῶν δὲ καὶ κρατούμενος ἕστηκεν, ἡ δὲ στάσις νηνεμία. Συμβαίνει δὲ καὶ τὰς καταπαύσεις γίνεσθαι τῶν πνευμάτων κατὰ λόγον· ἄρχεται μὲν γὰρ ἢ περὶ ἕω ἢ περὶ δυσμάς· λήγει δὲ τὰ μὲν ἕωθεν ὅταν κρατηθῇ κρατεῖται δὲ κατὰ μεσημβρίαν, τὰ δʼ ἀπὸ δυσμῶν ὅταν παύσηται κρατῶν, τοῦτο δὲ γίνεται μέσων νυκτῶν.

Εἰ δέ τινες θαυμάζουσιν ὡς ἄλογον ὅτι τὰ πνεύματα ψυχρά ἐστιν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως καὶ ἁπλῶς τοῦ θερμοῦ γινόμενα ψεῦδος τὸ φαινόμενον αὐτοῖς ἄλογον· οὔτε γὰρ ἁπλῶς ἀλλʼ ὡς συναιτίῳ προσαπτέον οὔτε πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ καὶ πυρώδης ἀλλʼ ἐὰν τρόπον τινὰ γίνηται. Ἀθρόως μὲν γὰρ ἐκπίπτουσα καὶ συνεχὴς αὐτῷ τῷ ἀφιέντι θερμή. Κατὰ μικρὸν δὲ καὶ διὰ στενοῦ τινὸς αὐτὴ μὲν θερμὴ ὁ δʼ ὑπὸ ταύτης κινούμενος ἀὴρ ὁποῖος ἄν ποτε τυγχάνῃ προϋπάρχων τοιαύτην καὶ τὴν κίνησιν ἀποδίδωσιν.

Παράδειγμα δὲ ἱκανὸν τὸ ἐκ τῶν στομάτων ἀφιέμενον, ὅ φασιν εἶναι θερμὸν καὶ ψυχρὸν οὐκ ἀληθῇ λέγοντες, ἀλλʼ ἀεὶ μὲν θερμόν ἐστι, διαφέρει δὲ τῇ προέσει καὶ ἐκπτώσει. Χανόντων μὲν γὰρ καὶ ἀθρόον ἀφιέντων θερμὸν, ἐὰν δὲ διὰ στενοῦ σφοδρότερον φερόμενον ὠθῇ τὸν πλησίον ἀέρα κἀκεῖνος τὸν ἐχόμενον, ψυχρῶν ὄντων καὶ ἡ πνοὴ καὶ ἡ κίνησις γίνεται ψυχρά. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν πνευμάτων συμβαίνει· διὰ στενοῦ γὰρ οὔσης τῆς πρώτης κινήσεως αὐτὸ μὲν τὸ πρῶτον οὐ ψυχρὸν, τὸ δʼ ὑπὸ τούτου κινούμενον ὡς ἂν ἔχον τυγχάνῃ πρὸς θερμότητα καὶ ψυχρότητα, ψυχροῦ μὲν ὄντος ψυχρὸν θερμοῦ δὲ θερμόν. Καὶ διὰ τοῦτο θέρους μὲν θερμὰ χειμῶνος δὲ ψυχρὰ τὰ πνεύματα. Καθʼ ἑκατέραν γὰρ τὴν ὥραν τοιοῦτος ὁ ἀήρ.

Φανερὸν δʼ ὅπου διὰ τὴν --- ἐκπεπυρωμένον οἷον τετύχηκεν· ἐὰν γὰρ

ὅπου --- πνεῦμα καὶ ὁ πόθος --- θερμὸν εἴτε ψυχρὸν ὅμως --- διαφορὰ τοῦ ἀέρος ὁποῖος ἂν ᾖ τοιοῦτος φαίνεται. Καὶ ἐν αὐτοῖς μὲν τοῖς τόποις καὶ τοῖς συνεχέσιν ἔμπυρος ἡ πνοὴ γίνεται, πορρωτέρω δὲ προῖοῦσιν οὐχ ὁμοίως. Ἐνίοτε δὲ καὶ τὸ ἄλλοθεν ἐπιὸν, ἐὰν ἐξ ἐμπύρων ᾖ τόπων καὶ ἐχόντων ἀέρα παχὺν καὶ διακεκαυμένον, ὑπερβάλλον φαίνεται τῇ θερμότητι. Διὸ καὶ οἱ ὁδοιπόροι μὲν καὶ θερισταὶ πολλάκις ἀποθνήσκουσιν ὑπὸ τῶν τοιούτων πνευμάτων ἐν τοῖς πεδίοις καὶ ἐν τοῖς πνιγηροῖς τόποις, τὰ μὲν αὐτοῦ συνεργαζομένου τοῦ συνυπάρχοντος ἀέρος τὰ δὲ τοῦ διαφόρου διὰ τὴν πνοὴν καὶ τὴν πρόσπτωσιν ---

Ὅτι δὲ οὔτʼ αὐτὸς ὑπʼ αὐτοῦ μόνον κινούμενος ὁ ἀὴρ οὔθʼ ὑπὸ τοῦ θερμοῦ κρατούμενος ταύτην φέρεται τὴν φορὰν κἀκεῖθεν δῆλον· εἰ μὲν γὰρ ὑφʼ αὑτοῦ διὰ τὸ ψυχρὸς εἶναι φύσει καὶ ἀτμιδώδης κάτω ἂν ἐφέρετο, εἰ δʼ ὑπὸ τοῦ θερμοῦ ἄνω· τοῦ γὰρ πυρὸς κατὰ φύσιν αὕτη ἡ φορά. Νῦν δʼ ὥσπερ ἐξ ἀμφοῖν μικτὴ διὰ τὸ μηδʼ ἕτερον κρατεῖν.

Τούτῳ μὲν οὖν καθόλου τῷ κοινῷ, ὅτι ὁποῖος ἂν ὁ ἀὴρ ἢ ἡ ἀναθυμίασις καθʼ ἑκάστους ᾖ τόπους οὕτως ἕξει καὶ τὰ πνεύματα τῇ ψυχρότητι, καὶ τάδε συμμαρτυρεῖ. Ὅσα γὰρ ἀπὸ ποταμῶν ἢ λιμνῶν πάντα ψυχρὰ διὰ τὴν ὑγρότητα τοῦ ἀέρος· ἀποψύχεται γὰρ ἀπολείποντος τοῦ ἡλίου καὶ ἅμα παχύτερος ὁ ἀτμὸς, καὶ ἔτι μᾶλλον δʼ εἰ σύνεγγυς. Ὥθʼ ὅταν προσπίπτῃ συμβαίνει καθάπερ ῥίγωσίν τινα γίνεσθαι τοῖς σώμασι.

Καὶ διὰ τοῦτο πολλάκις ἔγκοιλοι καὶ εὐσκεπεῖς τινὲς ὄντες τόποι τῶν ἔξω πνευμάτων ὑπὸ τῶν ἐγχωρίων εἰσὶ ψυχροί· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου μένειν οὔτε πεφυκὸς οὔτε δυνάμενον φέρεται καὶ ποιεῖ πνοήν. Ὅθεν αἵ τε ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν αὖραι καὶ ὅλως αἱ ἀπόγειαι πνέουσιν ἕωθεν ἀποψυχομένης τῆς ἀτμίδος διὰ τὴν ἀπόλειψιν τοῦ θερμοῦ· τὴν γὰρ αὔραν ταύτην αὐτὴν γίνεσθαι κατὰ λόγον ἐστὶ διά τε τἆλλα καὶ διὰ τὴν εὐδίαν. Καὶ ὅταν ψεκάδια καὶ ὑετοὶ μέτριοι γίνωνται μᾶλλον πνέουσι· προσγίνεται γὰρ ὕλη τότε πανταχοῦ καὶ μᾶλλον αἱ ἀπόγειαι γίνονται μετὰ τοῦτο.

Ἀπὸ μόνου δὲ τοῦ Νείλου δοκοῦσιν οὐκ ἀποπνεῖν αὖραι ἢ ἐλάχισται διότι θερμὸς ὁ τόπος καὶ ἐξ οὗ καὶ εἰς ὃν ῥεῖ· αἱ δʼ αὖραι πυκνουμένου τοῦ ὑγροῦ εἰσί. Διὸ καὶ οὐδʼ ἀπὸ τῶν ἐν Λιβύῃ ποταμῶν οὐδʼ ἀφʼ ἑνὸς αὖραι οὐδαμῶς· ἅπαντες γὰρ θερμοί. Τοῦτο δὲ δῆλον ὅτι οὐδʼ ἀπὸ τῶν περὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ ὅλως πρὸς τοὺς ἐμπύρους τόπους. Καίτοι φασί γε θαυμαστῶς καταψύχεσθαι τὸν ἀέρα πρὸς τὴν ἕω. Τοῦτο μὲν οὖν ἐπισκεπτέον. Τάχα γὰρ ἀποψύχεται μὲν, οὐ δύναται δὲ πορρωτέρω προϊέναι καὶ ποιεῖν αὔραν, ἐμπύρων εὐθὺ τῶν ὑποδεχομένων ὄντων τόπων,