De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Καὶ ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα περὶ τὸν ἀέρα καὶ τὸν ὅλον οὐρανὸν συμβαίνει· τὰ

δὲ --- εἰς τὰς ἡμετέρας διαθέσεις· οἷον βαρύτερον ἐν τοῖς νοτίοις ἔχουσιν οἱ ἄνθρωποι καὶ ἀδυνατώτερον· αἴτιον δὲ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται διατηκόμενον διὰ τὴν ἀλέαν καὶ ἀντὶ κούφου πνεύματος ὑγρότης βαρεῖα. Ἔτι δʼ ἡ μὲν ἰσχὺς καὶ δύναμις ἐν τοῖς ἄρθροις ἐστί· ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων· τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κωλύει κινεῖσθαι ἡμᾶς, ὑγρὸν δὲ λίαν οὐ συντείνεσθαι· τὰ δὲ βόρεια ποιεῖ τινὰ συμμετρίαν ὥστε καὶ ἰσχύειν καὶ συντείνεσθαι μᾶλλον.

Καὶ πάλιν ξηροὶ καὶ μὴ ὑδατώδεις ὄντες οἱ νότοι πυρετώδεις· ὑγρότητα γὰρ ἐν τοῖς σώμασι θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι θερμοὶ φύσει καὶ ὑγροὶ ὄντες. Ἡ δὲ τοιαύτη διάθεσις πυρετώδης· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοῖν τούτοιν ὑπερβολῆς ἐστίν· ὅταν δὲ ὑδάτινοι πνέωσι τὸ ὕδωρ καταψύχει τὴν ἕξιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ἄλλα τῶν σωμάτων περὶ τὰς ἕξεις καθʼ ἑκάτερον συμβαίνει γίνεσθαι· πλείω γάρ ἐστι τοιαῦτα καὶ ἐν πλείοσιν ὧν ἁπάντων αἱ αὐταὶ καὶ παραπλήσιαί τινες αἰτίαι.

Καὶ τῶν καρπῶν δὲ καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως· ἅπαντα γὰρ εἰς τὴν ὑγρότητα καὶ διάχυσιν καὶ τὴν πυκνότητα καὶ σύστασιν καὶ ὅσα ἄλλα τῆς συστοιχίας ἑκατέραν ἀναχθήσεται. Καὶ ἐπὶ τῶν ἀψύχων δʼ ὡσαύτως, οἷον αἱ ῥηγνύμεναι χορδαὶ καὶ οἱ ψόφοι τῶν κεκολλημένων καὶ ὅσα ἄλλα συμβαίνει διυγραινομένων καὶ ἀνιεμένων οἷον περὶ τὴν τοῦ σιδήρου κατεργασίαν· πλείω γάρ φασιν ἐξελαύνειν τοῖς νοτίοις ἢ βορείοις· αἴτιον δὲ ὅτι τὰ μὲν βόρεια ξηραίνει καὶ σκληρύνει, τὰ δὲ νότια ἀνυγραίνει καὶ διαίνει· πᾶν δὲ ἀργότερον διακεχυμένον ἢ ὑπεσκληρυμμένον· ἅμα δὲ καὶ μᾶλλον ἰσχύουσι καὶ συντονωτέρως τοῖς βορείοις.

Ἁπλῶς δὲ τὰ μὲν τοιαῦτα σχεδὸν ἐμφανεῖς ἔχει τὰς αἰτίας οἷον ἀπὸ ἀρχῆς ἀνάλογον ἔχοντα τὸ ἐφεξῆς· ἐκεῖνο δʼ ἐν ἀπορίᾳ καὶ ζητήσει μᾶλλον γίνεται, καθʼ ἑκάτερον ὂν, οἷον εἰ μὴ σκληρότης μηδὲ ξηρότης μηδὲ πυκνότης τοῖς βορείοις ἀλλὰ τὰ ἐναντία, καὶ ἐπὶ τοῦ νότου ὡσαύτως· τὸ γὰρ παράλογον αἰτίαν ἐπιζητεῖ, τὸ δʼ εὔλογον καὶ ἄνευ αἰτίας συγχωροῦσιν οἱ ἄνθρωποι· δεινοὶ γὰρ προσθεῖναι τὸ ἐλλιπές.

Ὅτι δὲ ψυχροὶ ὄντες οἱ ἄνεμοι ξηραίνουσι καὶ θᾶττον ἢ ὁ ἥλιος θερμὸς ὢν καὶ μάλισθʼ οἱ ψυχρότατοι, ταύτην ὑποληπτέον τὴν αἰτίαν, ὅτι ἀτμίδα ποιοῦσι καὶ ταύτην ἀπάγουσι καὶ οἱ ψυχρότεροι μᾶλλον, ὁ δʼ ἥλιος καταλείπει. Διὰ τί ποτε λέγεται, "μή ποτʼ ἀπʼ ἠπείρου δείσῃς νέφος ὡς ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπʼ ἠπείροιο μελαίνης"; ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἴ τι συνέστη, δῆλον ὅτι ἀπʼ ἀρχῆς συνέστηκεν ἰσχυρᾶς; ἐλύθη γὰρ ἂν τῷ ἀέρι διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον. Τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρὰ καὶ τὰ πόντια πνεύματα ἡ δὲ γῆ θερμή· ὥστε εἴ τι ἀπὸ γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη· διελύθη γὰρ ἂν εἰ ἀσθενὲς ἦν.

Τὸ δὲ μὴ πνεῖν νότον λαμπρὸν ἐν Αἰγύπτῳ μηδʼ ἡμέρας δρόμον ἀπέχοντι καὶ νυκτὸς ψεῦδος. Δασύνειν δὲ τὸν οὐρανὸν μάλιστα

βορέαν καὶ ἀργέστην τὸν δὲ νότον παραφέρειν· τοὺς δὲ ἕωθεν ἐπινεφεῖν καὶ δασύνειν ἄχρις ἂν ὁ ἥλιος ἀνίσχῃ· οὐχ ὕειν δὲ διὰ τὸ μὴ ἔχειν ὅπου προσκαθίζηται τὰ νέφη. Νότον δὲ καὶ εὖρον καὶ ὅσα ἀπὸ μεσημβρίας ἄρχεσθαι μὲν ἀπὸ ἀνατολῶν συμπαραχωνρεῖν δὲ τῷ ἡλίῳ· βορέαν δὲ καὶ ἀργέστην ἀνάπαλιν ἀπὸ δυσμῶν ἐπʼ ἀνατολάς.

Ἐν Σικελίᾳ δὲ καικίαν οὐ καλοῦσιν ἀλλʼ ἀπηλιώτην· δοκεῖ δʼ οὐχ ὁ αὐτὸς εἶναί τισιν ἀλλὰ διαφέρειν, ὅτι ὁ μὲν δασύνει τὸν οὐρανὸν ὁ δʼ οὔ. Ἀρογέστην δὲ οἱ μὲν οὖν ὀλυμπίαν, οἱ δὲ σκίρωνα καλοῦσιν, οἱ δὲ περὶ Σικελίαν δερκίαν. Τὸν ἀπηλιώτην δὲ ἑλλησποντίαν, κάρβαν δὲ Φοίνικες, βερεκυντίαν δʼ οἱ ἐν τῷ Πόντῳ.