De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἡ τῶν ἀνέμων φύσις ἐκ τίνων μὲν καὶ πῶς καὶ διὰ τίνας αἰτίας γίνεται τεθεώρηται πρότερον· ὅτι δʼ ἑκάστοις αἱ δυνάμεις καὶ ὅλως τὰ παρακολουθοῦντα κατὰ λόγον ἀκολουθεῖ πειρᾶσθαι χρὴ λέγειν οἷσπερ σχεδὸν διαφέρουσιν ἀλλήλων. Αἱ γὰρ διαφοραὶ περὶ ταῦτα καὶ ἐν τούτοις, οἷον μέγεθος, μικρότης, ψυχρότης, θερμότης, ἁπλῶς τὸ χειμερινὸν ἢ εὐδιεινὸν καὶ ὑέτιον ἢ αἴθριον· ἔτι δὲ τὸ πολλάκις ἢ ὀλιγάκις, καθʼ ὥραν ἢ τὸ μὴ ἀεὶ πνεῖν καὶ συνεχεῖς καὶ ὁμαλεῖς ἢ διαλείποντας καὶ ἀνωμαλεῖς. Καὶ ὅλως ἃ συμβαίνει περὶ τὸν οὐρανὸν ἢ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὴν θάλατταν διὰ τὴν πνοήν. Ὡς γὰρ ἂν ἁπλῶς εἰπεῖν ἐν τούτοις καὶ περὶ ταῦτα τυγχάνουσιν αἱ ζητήυ σεις, ἐν οἷς καὶ τὰ περὶ τῶν ζώων καὶ φυτῶν ἐμπεριλαμβάνεται.

Ἐπεὶ δʼ ἑκάστου τόπος ἴδιος ὑποκεῖται καὶ τοῦθʼ ὥσπερ τῆς οὐσίας, ἀπὸ τούτου ὡς ἁπλῶς εἰπεῖν καὶ αἱ διαφοραὶ καὶ αἱ δυνάμεις αἱ καθʼ ἕκαστον εἰπεῖν, οἷον πρῶτον ἡ τοῦ μεγέθους καὶ σμικρότητος, καὶ ψυχρότητος καὶ θερμότητος, καὶ πλήθους καὶ ὀλιγότητος καὶ τῶν ἄλλων τῶν πλείστων. Ὑπάρχει δὲ ταὐτὰ τὰ δʼ ἐναντία τοῖς ἐναντίοις, ἀμφότερα δʼ εὐλόγως. Οἷον τῷ βορέᾳ καὶ τῷ νότῳ· μεγάλοι μὲν γὰρ ἄμφω καὶ πλεῖστον χρόνον πνέουσι διὰ τὸ συνωθεῖσθαι πλεῖστον ἀέρα πρὸς ἄρκτον καὶ μεσημβρίαν, πλαγίων ὄντων πρὸς τὴν τοῦ ἡλίου φορὰν τὴν ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· ἐξωθεῖται γὰρ ἐνταῦθα τῇ τοῦ ἡλίου δυνάμει, διὸ καὶ πυκνότατος καὶ συννεφέστατος ὁ ἀήρ. Ἀθροιζομένου δʼ ἐφʼ ἑκάτερα πολελοῦ καὶ πλείων ἡ ῥύσις καὶ συνεχεστέρα γίνεται πλεονάκις, ἀφʼ ὧν τά τε μεγέθη, καὶ ἡ συνέχεια καὶ τὸ πλῆθος αὐτῶν καὶ ἄλλο τοιοῦτόν ἐστιν.

Ἡ δὲ ψυχρότης καὶ θερμότης ἐμφανέσταται δόξαιεν ἂν εἶναι διὰ τοὺς τόπους γινόμεναι· ψυχρὰ γὰρ τὰ πρὸς ἄρκτον τὰ δὲ πρὸς μεσημβρίαν ἀλεεινὰ, τὸ δʼ ἀφʼ ἑκατέρων ῥέον ὅμοιον. Ἅμα γὰρ καὶ ἧττον ἀναπεπταμένον τὸ σύνεγγυς καὶ μὴ ἀναπεπταμένη ἡ φορὰ, τὸ δὲ διὰ στενοῦ καὶ σφοδροτέρως φερόμενον ψυχρότερον, τὸ δ' εἰς τὸ πόρρω διακεχυμένον μᾶλλον καὶ ἀνειμένον. Διὸ καὶ ὁ νότος ἐκεῖ ψυχρότερος ἢ παρʼ ἡμῖν, ὡς δέ τινές φασι καὶ μᾶλλον ἢ βορέας. Ποιεῖ δέ τι καὶ ἡ μεταβολὴ πρὸς φαντασίαν ἀλεεινοῦ προϋπάρχοντος τοῦ τόπου.

Καὶ τοῦτο μὲν κοινὸν ὡς εἰπεῖν πᾶσι. Τὸ δʼ ὑέτιον καὶ αἴθριον ἑκατέρου καὶ τὸ κυματῶδες καὶ ἄκυμον καὶ πυκνὸν καὶ συνεχὲς καὶ ἀνωμαλὲς καὶ ὅμαλον, ἔτι δὲ τὸ μέγεθος τοῦ μὲν ἀρχομένου τοῦ δὲ λήγοντος πρὸς τὴν ἀπόστασιν τῶν τόπων ἀποδίδοται μᾶλλον. Ὅθεν μὲν γὰρ ἕκαστος πνεῖ παρʼ ἐκείνοις αἴθριος, ὅποι δʼ ἀπωθεῖ τὸν ἀέρα παρʼ ἐκείνοις ἐπινεφὴς καὶ ὑέτιος. Διόπερ ὁ μὲν βορέας καὶ μᾶλλον οἱ ἐτησίαι τοῖς πρὸς μεσημβρίαν καὶ ἀνατολὴν οἰκοῦσιν ὑέτιοι ὁ δὲ νότος καὶ ἁπλῶς εἰπεῖν οἱ ἐξ ἐκείνου τοῦ τόπου πνέοντες τοῖς πρὸς ἄρκτον.

Οὐ μικρὰ δʼ ἐνταῦθα ἀλλὰ μεγίστη ῥοπὴ τὸ τὰς χώρας ὕψος ἔχειν, ὅπου ἂν προσκόψῃ τὰ νέφη καὶ λάβῃ στάσιν, ἐνταῦθα καὶ ὕδατος γένεσις. Διὸ καὶ τῶν σύνεγγυς τόπων ἄλλοι παρʼ ἄλλοις ὑέτιοι τῶν ἀνέμων. Ἀλλὰ περὶ μὲν ὑδάτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. Ἐκ τῆς αὐτῆς δʼ αἰτίας καὶ ὁ μὲν βορέας εὐθὺς ἀρχόμενος μέεγας ὁ δὲ νότος λήγων, ὅθεν καὶ ἡ παροιμία συμβουλεύει τὰ περὶ τοὺς πλοῦς. Ὁ μὲν γὰρ εὐθὺς οἷον ἐπίκειται τοῖς περὶ ἄρκτον οἰκοῦσιν ὁ δὲ μακρὰν ἀφέστηκε· χρονιωτέρα δʼ ἡ τῶν ἄπωθεν ἀπορροὴ καὶ ὅταν ἀθροισθῇ πλῆθος. Τοῖς γὰρ περὶ Αἴγυπτον καὶ τοὺς τόπους ἐκείνους ἀνάπαλιν ὁ νότος ἀρχόμενος μέγας, ὅθεν καὶ τὴν παροιμίαν ἐναντίως λέγουσιν.

Ὡσαύτως δὲ καὶ τὸ πυκνὸν καὶ ἄκυμον καὶ συνεχὲς καὶ ὁμαλὲς ἐκείνοις ὁ νότος ποιεῖ μᾶλλον· ἀεὶ γὰρ τοῖς ἐγγὺς ἕκαστος τοιοῦτος τοῖς δὲ πόρρω καὶ ἀνωμαλὴς

καὶ διεσπασμένος. Τούτων μὲν οὖν τὰς εἰρημένας αἰτίας ὑποληπτέον αἵπερ ἐμφανεῖς καὶ κατʼ ἄλλους τόπους εἰσὶν ἐλάττους καὶ ἔλαττον ἀπέχοντας ἀλλήλων· τοῦτο δʼ ἂν καὶ δόξειεν ἄλογον εἶναι. Ὁ μὲν γὰρ νόστος ἀεὶ τοῖς ἑαυτοῦ τόποις αἴθριος, ὁ δὲ βορέας ὅταν ᾖ χειμὼν μέγας ἐν μὲν τοῖς πλησίον συννεφὴς ἔξω δʼ αἴθριος.

Αἴτιον δʼ ὅτι διὰ μὲν τὸ μέγεθος πολὺν ἀέρα κινεῖ τοῦτον δὲ φθάνει ἐκπηγνὺς πρὶν ἀπῶσαι· παγέντα δὲ μένει τὰ νέφη διὰ βάρος· εἰς τὰ ἔξω δὲ καὶ πορρωτέρω τὸ μέγεθος μᾶλλον ἢ ψυχρότης διαδίδοται καὶ τοῦτο ἐργάζεται. Ὁ δὲ νότος ἧττόν τὸ ἔχων ὕλην καὶ ταύτην οὐ πηγνὺς ἀλλ' ἀπωθῶν αἰθρίαν πνέων καὶ λήγων μᾶλλον ἢ ἀρχόμενος, ὅτι ἀρχόμεο νος μὲν ὀλίγον ἀέρα ἀπωθεῖται προϊὼν δὲ πλείω, καὶ οὕτως ἀθροιζόμενος ἐκνεφοῦταί τε καὶ πυκνωθεὶς ὑδάτινος γίνεται. Ἔτι δὲ καὶ τὸ ἀπʼ ἐλάττονος ἢ μείζονος ἀρχῆς ἄρχεσθαι διαφέρει· μικρᾶς μὲν γὰρ οὔσης αἴθριος, μεγάλης δʼ ἐπινεφὴς καὶ ὑέτιος διὰ τὸ πλείω συνωθεῖν ἀέρα.