De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον εἶναι παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον πρὸς τὰ ὦτα. Ταῦτα δʼ οὐκ ἀλόγως. Τοῦ μὲν γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης κεκαυμένης ὥσπερ ἐλέχθη καὶ κασίας καὶ κιναμώμου καὶ σμύρνης, ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραντικά. Τὸ δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαθὸν ὅτι ἐν ἁλσὶν ἡ ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ τοὺς ἅλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. Ἀλλὰ τὸ τῆς στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ λέγουσι μάω λιστα βοηθεῖν. Αἴτιον δʼ ἂν εἴη διότι πᾶν τὸ ὑπεξάγειν μέλλον ἀναλῦσαι δεῖ πρότερον τὸ ὑπεξαχθησόμενον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν, ἡ δʼ εὐωδία τὴν ὁρμὴν ἀπέδωκε.

Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς πόρους ὥστε συγκλείσει κωλύειν τὴν δίοδον; ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα καὶ διὰ τὸ ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν κοιλίαν ἡ συρροή. Τὸ δὲ ὅλον φαρμακῶδες καὶ τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. Ἡ δʼ αἰτία πάντων ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι ταῖς εἰρημέναις ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ ἀρώματα γὰρ τὰ τοιαῦτα φαρμακώδη. Ταῦτα μὲν οὖν ἔξω τῆς τέχνης.