De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερμότερον,

στυπτικὰ δὲ ὁμοίως ἄμφω. Τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. Στύφει δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. Ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμότητος. Τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαράεκινον ἐμμιγνύμενον θερμαντικά. Συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος.

Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων ἔνια δυνάμεις μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας παλαιούμενα δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ' ἀναλύεται πάλιν. Οἷον ἡ ἴρις εἰς μὲν τὴν ἐργασίαν ἀκμάζει μετὰ τὴν συλλογὴν τρία ἔτη. Τὸ δὲ μάρον ἔτη δύο. Ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων γενομένη. Παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς διαμονὴ καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς κασίας. Σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει ταχύ. Τῶν δʼ ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα τὰς δυνάμεις ἔχει καθάπερ τὸ ῥόδον, τὰ δὲ ξηρανθέντα καθάπερ ὁ κρόκος καὶ ὁ μελίλωτος· χλωρὰ γὰρ ὑγρότερα.

Τὰς μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν ἀρωμάτων ἐκ τούτων θεωρητέον.[*](Section 35 continues in next chapter.)

Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον εἶναι παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον πρὸς τὰ ὦτα. Ταῦτα δʼ οὐκ ἀλόγως. Τοῦ μὲν γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης κεκαυμένης ὥσπερ ἐλέχθη καὶ κασίας καὶ κιναμώμου καὶ σμύρνης, ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραντικά. Τὸ δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαθὸν ὅτι ἐν ἁλσὶν ἡ ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ τοὺς ἅλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. Ἀλλὰ τὸ τῆς στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ λέγουσι μάω λιστα βοηθεῖν. Αἴτιον δʼ ἂν εἴη διότι πᾶν τὸ ὑπεξάγειν μέλλον ἀναλῦσαι δεῖ πρότερον τὸ ὑπεξαχθησόμενον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν, ἡ δʼ εὐωδία τὴν ὁρμὴν ἀπέδωκε.

Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς πόρους ὥστε συγκλείσει κωλύειν τὴν δίοδον; ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα καὶ διὰ τὸ ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν κοιλίαν ἡ συρροή. Τὸ δὲ ὅλον φαρμακῶδες καὶ τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. Ἡ δʼ αἰτία πάντων ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι ταῖς εἰρημέναις ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ ἀρώματα γὰρ τὰ τοιαῦτα φαρμακώδη. Ταῦτα μὲν οὖν ἔξω τῆς τέχνης.