De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Τί δή ποτε Δημόκριτος τοὺς μὲν χυμοὺς πρὸς τὴν γεῦσιν ἀποδίδωσι τὰς δʼ ὀσμὰς καὶ τὰς χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις; ἔδει γὰρ ἐκ τῶν σχημάτων. Ἢ τοῦτό γε πρὸς ἅπαντας κοινόν; ἅπαντες γὰρ οἱ μὲν μόνης οἱ δὲ μάλιστα ταύτης τὰ πάθη λέγουσι καὶ τὰς διαφορὰς, ὡς ἐν χρώμασι λευκὸν καὶ μέλαν, καὶ ἐν χυμοῖς γλυκὺ καὶ πικρὸν, οὐχ οὕτω δʼ ἐν ὀσμαῖς· οὐδὲν γὰρ πλὴν τό τ' εὔοσμον καὶ τὸ κάκοσμον. Οὐδʼ ἐν ἁπτοῖς· πλείω γὰρ εὐθὺ τὰ ὑποκείμενα, σκληρὸν, μαλακὸν, τραχὺ, λεῖον.

Ἀλλὰ μᾶλλον ἐν φωναῖς, ὀξὺ καὶ βαρύ. Ἔτι δὲ τὰ μὲν μικτὰ τὰ δʼ ἄμικτα. Ἄμικτοι χυλοὶ οἱ μὲν τῷ μὴ καταμερίζεσθαι ὥστʼ ἐξ ἀμφοῖν ἓν γίονεσθαι, οἷον ὕδωρ, ἔλαιον, φλέγμα, αἷμα, ὅλως πᾶν τὸ ἐπινέον ἢ τὸ διαιροῦν, ὥσπερ τὸ ὄξος καὶ τὸ γάλα. Τὸ γὰρ τῇ πιέσει καὶ τρίψει μιγνύμενον ἕτερον εἶδος. Ἄλλον δὲ τρόπον οἱ μὴ εὔμικτοι πρὸς τὴν χρείαν ἢ καὶ λυμαινόμενοι ἀλλήλους οἷον ἡ θάλαττα καὶ τὰ νιοτρώδη καὶ πικρὰ ὕδατα τοὺς οἴνους καὶ τὰ πότιμα ἐὰν μὴ εὐθὺς χρῆταί τις.

Ὀσμαὶ δὲ αἱ μὲν οὕτως ἄμικτοι πλείους καὶ ὥστε καθόλου λαβεῖν αἱ κακώδεις ταῖς κακώδεσι. Ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον εὑρεῖν εἰ μὴ ἀδύνατον, εἰς τὴν τοιαύτην δὲ δύναμιν

ἅπαν ὡς εἰπεῖν πρὸς πᾶν εὔοσμον. Ἀλλʼ ἔνθα μὲν ἴσως χείρω ποιεῖ ἔνθα δὲ βελτίω καθάπερ ἐπὶ τῶν μύρων· τὰ μὲν γὰρ ἀφαιρεῖται τὸ ἄκρατον καὶ σκληρὸν, τὰ δʼ ἀποθηλύνει καὶ ὥσπερ ἐξυδατοῖ τὰς ὀσμάς. Ἐν δὲ τοῖς ξηροῖς ἅπασαι πάσαις μικταί.

Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. Ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιάματα εὐοσμότερα καθάπερ τὴν σμύρναν. Δοκεῖ δὲ καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. Οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν.

Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα τοῖς χυλοῖς ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν μόνον καὶ οἷον φθίσιν. Μετακινοῦνται δʼ ἐν ταῖς ἐτείαις ὥραις πάνθʼ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ ἀσθενέστατα, τὰ δʼ ἄνθινα καθʼ ἣν ὥραν ἀνθεῖ τὸ ἄνθος.

Τὰς συνθέσεις ποιοῦσιν ἐκ τῶν ἀρωμάτων· θραύσαντες πολλὰ καὶ μίξαντες εἰς ταὐτὸ κλείουσιν εἰς κιβώτιον, εἶτʼ ἀνοίγοντες διά τινων ἡμερῶν ὅτι ἂν μάλιστα ὄζειν δοκῇ τοῦτʼ αἴρουσι, καὶ πάλιν δὲ καὶ πάλιν διαλείποντες χρόνον ὅπως ἂν μηδενὸς ἐξόζῃ. Θαυμαστὴν δʼ ὀσμὴν λαμβάνει τὰ ἱμάτια εἰς ταῦτα τιθέμενα. Τὸ δὲ τῆς βαλάνου τῆς αἰγυπτίας μύρον αὐτὸ μὲν οὐκ ἄγαν ἀναπνεῖ, μιγνύμενον δὲ ποιεῖ τἆλλα βελτίω μάλιστα δὲ τὴν ἴριν ---

Ἐν τῇ ἐρυθρᾷ θαλάττῃ διακοπτομένων τῶν λίθων ἔνδον ἐμπεφυκότα φαίνεται ἰχθύδια καὶ καρίδες καὶ ἄλλʼ ἄττα ζῶα ἐπικλη ---

Ἀθήνησι λέγειν εἰς ταῦτα χαλκὸν κοῖλον ἐμβάλλεσθαι σίδηρον ὁμοίως ἐρυθρὸν καὶ λευκόν. Εἶναι δέ τινα λόγον πρὸς τὸν καττίτερον· συμβάλλεσθαι δʼ οὐ μεγέθους χάριν ἀλλὰ τῆς πικρότητος ---