De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Κεφαλαλγῆ δὲ τῶν μὲν πολυτελῶν τὸ ἀμαράκινον καὶ τὸ νάρδινον καὶ μεγαλεῖον, τῶν δʼ εὐτελῶν ὅλως μὲν τὰ πλεῖστα μάλιστα δὲ τὸ δάφνινον. Ἐλαφρότατα δὲ τὸ ῥόδινον καὶ ἡ κύπρος, ἃ καὶ τοῖς ἀνδράσι μάλιστα ἁρμόττειν δοκεῖ, καὶ πρὸς τούτοις τὸ κρίνον· ταῖς δὲ γυναιξὶν ἡ στακτὴ καὶ τὸ μεγαλεῖον καὶ τὸ αἰγύπτιον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον· διὰ γὰρ τὴν ἰσχὺν καὶ τὸ πάχος οὐκ εὐαπόπνοα οὐδʼ εὐαφαίρετα· ζητοῦσι γὰρ τὰ χρόνια.

Ἐπεῖ δὲ τὰ μὲν ἀσθενῆ τὰ δʼ ἰσχυρὰ καὶ ἰσχυρότερα τὰ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ προειρημένα, διὰ τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα εὐοσμότερα, τὰ δʼ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ διαπνεῖταί τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρίψιν ἐξίσταται καὶ ἀλλοιοῦται τὰ δὲ διὰ τὴν ἰσχὺν ὥσπερ ἀνοιγμένων τινῶν πόρων ἐκ τῆς τρίψεως ἐμφανεστένραν

ποιεῖ τὴν ὀσμήν.

Ὃ καὶ ἐπʼ αὐτῶν τῶν ῤιζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει καθάπερ ἐλέχθη. Κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως ὥστε ἠκολούθηκεν ἑκάτερα τῇ ἀρχῇ. Τὰ δʼ ἐκ τῆς σμύρνης εὐλογώτατα διʼ ἄμφω· καὶ γὰρ μίγνυται μᾶλλον καὶ ἡ θερμότης ἡ τῆς τρίψεως οὐκ ἀλλοτρία μαλακή τις οὖσα· καὶ γὰρ ἡ σμύρνα ζητεῖ τινα πύρωσιν. Ἁπλῶς δὲ πᾶν τὸ πολύοδμον ἄντʼ εὐῶδες ἄντε κακῶδες ἄντʼ ὀξὺ ἄντʼ ὁποιονοῦν τυγχάνῃ κινούμενον ἐμφανέστερον· τότε γὰρ ὥσπερ ἐνεργείᾳ ἀναμίγνυται μᾶλλον τῷ ἀέρι. Τῶν δὲ μύρων τὸ αἰγύπτιον καὶ ἡ στακτὴ καὶ εἴ τι ἄλλο πολύοδμον καὶ μιγνύμενα τῷ οἴνῳ τῷ εὐώδει ἡδίω· παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν· ἐπεὶ καὶ ἡ σμύρνη αὐτὴ πρὸς τὴν ἀναθυμίασιν βρεχθεῖσα ἐν τῷ γλυκεῖ καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη.

Πρὸς δὲ τὰς δυνάμεις σκοπουμένοις δόξειεν ἂν ἄτοπον εἶναι τὸ συμβαῖνον ἐπὶ τοῦ ῥοδίνου· κουφότατον γὰρ ὂν καὶ ἀσθενέστατον ἀφανίζει τὰς τῶν ἄλλων ὀσμὰς ὅταν προμυρισθῶσι· διὸ καὶ οἱ μυροπῶλαι τοὺς ἐπιδιστάζοντας καὶ μὴ ὠνουμένους παρʼ αὐτῶν ἐπιμυρίζουσι τούτῳ πρὸς τὸ μὴ αἰσθάνεσθαι τὰ παρὰ τῶν ἄλλων. Αἴτιον δʼ ὅτι λεπτότατον ὂν καὶ προσφιλὲς τῇ αἰσθήσει διὰ τὴν κουφότητα μάλιστα διικνεῖται καὶ συμπληροῖ τοὺς πόρους, ὥσθʼ ἡ αἴσθησις κατειλημμένη καὶ πλήρης οὖσα κρίνειν ἀδυνατεῖ.

Δύο γάρ εἰσι τρόποι τάχα δὲ τρεῖς οἱ κωλύοντες τὴν κρίσιν. Εἷς μὲν ὁ νῦν εἰρημένος· ἄλλος δʼ ὁ ἀπὸ τῶν ἰσχυρῶν ὥσπερ μεθύσκων τὴν αἴσθησιν καὶ καρηβαρᾶν ποιῶν. Τρίτος δʼ ὅταν προκαταληφθῇ τῷ βελτίονι· τὸ γὰρ ἐπεισάγειν τὸ χεῖρον οὐ ῥᾴδιον· οὐ δέχεται γὰρ ἡ αἴσθησις ὥσπερ οὐδʼ ἐπὶ τῶν χυλῶν καὶ ὅλως τῶν κατὰ τὴν τροφήν.