De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Αἱ ὀσμαὶ τὸ μὲν ὅλον ἐκ μίξεώς εἰσι καθάπερ οἱ χυμοί· τὸ γὰρ ἅμικτον ἅπαν ἄοδμον ὥσπερ ἄχυμον, διὸ καὶ τὰ ἁπλᾶ ἄοδμα, οἷον ὕδωρ, ἀὴρ, πῦρ. Ἡ δὲ γῆ μάλιστʼ ἢ μόνη ὀδμὴν ἔχει, διὸ μάλιστα μικτή. Τῶν δʼ ὀδμῶν αἱ μὲν ὥσπερ ἀειδεῖς καὶ ὑδαρεῖς καθάπερ ἐπὶ τῶν χυμῶν, αἱ δʼ ἔχουσαί τινας ἰδέας. Αἱ δʼ ἰδέαι δοκοῦσι μὲν ἀκολουθεῖν ταῖς τῶν χυμῶν, οὐ μὴν ἔχουσί γε πᾶσαι τὰς αὐτὰς προσηγορίας, ὥσπερ ἐν τοῖς πρότερον εἴπομεν, οὐδʼ ὅλως οὕτω διωρισμέναι τοῖς εἴδεσιν ὥσπερ οἱ χυμοὶ ἀλλʼ ὡς ἂν τοῖς γένεσιν, ὅτι τὰ μὲν εὔοσμα τὰ δὲ κάκοσμα.

Τῆς δʼ εὐωδίας καὶ κακωδίας οὐκέτι τὰ εἴδη κατωνόμασται καίπερ ἔχοντα διαφορὰς μεγάλας ἐπί γʼ αὐτῶν τῶν γλυκέων καὶ πικρῶν μᾶλλον, ἀλλὰ δριμεῖα λέγεται καὶ ἰσχυρὰ καὶ μαλακὴ καὶ γλυκεῖα καὶ βαρεῖα ὀδμή· κοιναὶ δʼ ἔνιαι τούτων καὶ τῶν κακωδῶν. Ἡ δὲ καθόλου καὶ ὥσπερ ἐπὶ πᾶσι τοῖς διαφθειρομένοις σαπρότης. Ἅπαν γὰρ τὸ σηπόμενον κακῶδες, εἰ μή τις τὴν ὀξύτητα λέγει τοῦ οἴνου σαπρότητα τῇ ὁμοιότητι τῆς φθορᾶς.

Ἐν ἅπασι δʼ ἐστὶν ἡ τοῦ σαπροῦ κακωδία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν τοῖς ἀψύχοις· ἐν ἅπασι δὲ διαφθειρομένοις ὧν μὴ ἡ σύστασις εὐθὺς ἐκ τοιαύτης ὕλης, ἔχει γὰρ ἔνια καὶ τὴν τῆς ὕλης ὀσμὴν, οὐ μὴν ἐπὶ πάντων γε τοῦτʼ ἀκολουθεῖ. Πολλὰ γὰρ οὐ κακώδη τὰ ἐκ τῶν σαπρῶν, ὡς οὐδʼ οἱ μύκητες οἱ ἐκ τῆς κόπρου φυόμενοι· τὰ δʼ ἐκ σήψεως φυόμενα καὶ συνιστάμενα κακώδη. Εὔοσμα μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν τὰ πεπεμμένα καὶ λεπτὰ καὶ ἥκιστα γεώδη· τὸ γὰρ τῆς ὀσμῆς ἐν ἀναπνοῇ· κακώδη δὲ δηλονότι τἀναντία. Πολλὰ δὲ ὥσπερ τῶν γλυκέων ἐμφαίνει τινὰ πικρότητα, καὶ τῶν εὐωδῶν βαρύτητα ταῖς ὀσμαῖς.