Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἡ δὲ αἰσχροκέρδειά ἐστι ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι δὲ τοιοῦτος ὁ αἰσχροκερδής,

οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ παραθεῖναι.

καὶ δανείσασθαι παρὰ ξένου παρʼ αὑτῷ καταλύοντος.

καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοιρίαν τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι.

καὶ οἰνοπωλῶν κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι.

καὶ ἐπὶ θέαν τηνικάδε πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκʼ ἀφιᾶσιν οἱ θεατρῶναι.

καὶ ἀποδημῶν δημοσίᾳ τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι· καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον φορτίον ἢ δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων παρέχειν· καὶ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας ἀποδόσθαι·

καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ καὶ εἰπών·

σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον τῷ ἀλλοτρίῳ ἀλείφεσθαι.

καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι φήσας τὸν Ἑρμῆν.

καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως ἂν ἀπαιτηθῇ.

καὶ τὰ τοιαῦτα· Φειδωνείῳ μέτρῳ τὸν πύνδακα εἰσκεκρουμένῳ μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια σφόδρα ἀποψῶν.

ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι ὠνεῖσθαι, εἶτα λαβὼν ἀποδόσθαι·

ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι.

καὶ τῶν υἱῶν δὲ μὴ πορευομένων εἰς τὸ διδασκαλεῖον [τὸν μῆνα ὅλον] διὰ τὴν ἀρρωστίαν ἀφαιρεῖν τοῦ μισθοῦ κατὰ λόγον, καὶ τὸν Ἀνθεστηριῶνα μῆνα μὴ πέμπειν αὐτοὺς εἰς τὰ μαθήματα διὰ τὸ θέας εἶναι πολλάς, ἵνα μὴ τὸν μισθὸν ἐκτίνῃ.

καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, καὶ λογισμὸν δὲ λαμβάνων παρὰ τοῦ χειρίζοντος.

καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς

ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵνʼ οἱ διακονοῦντες παῖδες μὴ λάβωσι.

συναποδημῶν δὲ μετὰ γνωρίμων χρήσασθαι τοῖς ἐκείνων παισί, τὸν δὲ ἑαυτοῦ ἔξω μισθῶσαι καὶ μὴ ἀναφέρειν εἰς τὸ κοινὸν τὸν μισθόν.

ἀμέλει δὲ καὶ συναγόντων παρʼ αὐτῷ, ὑποθεῖναι τῶν παρʼ ἑαυτοῦ διδομένων ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ ἐλαίου τοῦ εἰς τὸν λύχνον.

καὶ γαμοῦντός τινος τῶν φίλων καὶ ἐκδιδομένου θυγατέρα, πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα μὴ προπέμψῃ προσφοράν.

καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα κίχρασθαι, ἃ μήτʼ ἂν ἀπαιτήσαι μήτʼ ἂν ἀποδιδόντων ταχέως ἄν τις κομίσαιτο.