Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

δόξειεν δʼ ἂν εἶναι ἡ ὀλιγαρχία φιλαρχία τις ἰσχύος καὶ κέρδους γλιχομένη, ὁ δὲ ὀλιγαρχικὸς τοιοῦτός τις, οἷος τοῦ δήμου βουλευομένου,

τίνας τῷ ἄρχοντι προσαιρήσονται τῆς πομπῆς τοὺς συνεπιμελησομένους, παρελθὼν ἀποφήνασθαι, ὡς δεῖ αὐτοκράτορας τούτους εἶναι, κἂν ἄλλοι προβάλλωνται δέκα, λέγειν· ἱκανὸς εἷς ἐστι, τοῦτον δὲ ὅτι δεῖ ἄνδρα εἶναι. καὶ τῶν Ὁμήρου ἐπῶν τοῦτο ἓν μόνον κατέχειν, ὅτι οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, τῶν δὲ ἄλλων μηδὲν ἐπίστασθαι.

ἀμέλει δὲ δεινὸς τοῖς τοιούτοις

τῶν λόγων χρήσασθαι ὅτι δεῖ αὐτοὺς ἡμᾶς συνελθόντας περὶ τούτων βουλεύσασθαι καὶ ἐκ τοῦ ὄχλου καὶ τῆς ἀγορᾶς ἀπαλλαγῆναι καὶ παύσασθαι ἀρχαῖς πλησιάζοντας καὶ ὑπὸ τούτων αὐτοὺς ὑβριζομένους ἢ τιμωμένους, καὶ ὅτι ἢ τούτους δεῖ ἢ ἡμᾶς οἰκεῖν τὴν πόλιν.

καὶ τὸ μέσον δὲ τῆς ἡμέρας ἐξιὼν καὶ τὸ ἱμάτιον ἀναβεβλημένος καὶ μέσην κουρὰν κεκαρμένος καὶ ἀκριβῶς ἀπωνυχισμένος σοβεῖν τοὺς τοιούτους λόγους τραγῳδῶν·

διὰ τοὺς συκοφάντας οὐκ οἰκητόν ἐστιν ἐν τῇ πόλει, καὶ ὡς ἐν τοῖς δικαστηρίοις δεινὰ πάσχομεν ὑπὸ τῶν δεκαζομένων, καὶ ὡς θαυμάζω τῶν πρὸς τὰ κοινὰ προσιόντων τί βούλονται, καὶ ὡς ἀχάριστόν ἐστι τὸ πλῆθος καὶ δοῦλον ἀεὶ τοῦ νέμοντος καὶ διδόντος, καὶ ὡς αἰσχύνεται ἐν τῇ ἐκκλησίᾳ, ὅταν παρακαθῆταί τις αὐτῷ λεπτὸς καὶ αὐχμῶν.

καὶ εἰπεῖν· πότε παυσόμεθα ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν ἀπολλύμενοι; καὶ ὡς μισητὸν τὸ τῶν δημαγωγῶν γένος, τὸν Θησέα πρῶτον φήσας τῶν κακῶν τῇ πόλει γεγονέναι αἴτιον· τοῦτον γὰρ ἐκ δώδεκα πόλεων εἰς μίαν καταγαγόντα τὸν δῆμον αὐξῆσαι, ὥστε πάντων κρατῆσαι τοὺς πολλοὺς λυθείσης τῆς βασιλείας· καὶ δίκαια αὐτὸν παθεῖν· πρῶτον

γὰρ αὐτὸν ἀπολέσθαι ὑπʼ αὐτῶν.

καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους καὶ ταὐτὰ προαιρουμένους.