Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἀμέλει δὲ ἡ δειλία δόξειεν ἂν εἶναι ὕπειξίς τις ψυχῆς ἔμφοβος, ὁ δὲ δειλὸς τοιοῦτός τις,

οἶος πλέων τὰς ἄκρας φάσκειν ἡμιολίας εἶναι· καὶ κλύδωνος γενομένου ἐρωτᾶν, εἴ τις μὴ μεμύηται τῶν πλεόντων· καὶ τοῦ κυβερνήτου ἀνακύπτων μὲν πυνθάνεσθαι, εἰ μεσοπορεῖ, καὶ τί αὐτῷ δοκεῖ τὰ τοῦ θεοῦ, καὶ πρὸς τὸν παρακαθήμενον λέγειν, ὅτι φοβεῖται ἀπὸ ἐνυπνίου τινός· καὶ ἐκδὺς διδόναι τῷ παιδὶ τὸν χιτωνίσκον· καὶ δεῖσθαι πρὸς τὴν γῆν προσάγειν αὑτόν.

καὶ στρατευόμενος δὲ τοῦ πεζοῦ ἐκβοηθοῦντος τοὺς δημότας προσκαλεῖν, κελεύων πρὸς αὑτὸν στάντας πρῶτον περιιδεῖν, καὶ λέγειν, ὡς ἔργον διαγνῶναί ἐστι, πότεροί εἰσιν οἱ πολέμιοι·

καὶ ἀκούων κραυγῆς καὶ ὁρῶν πίπτοντας εἰπεῖν πρὸς τοὺς παρεστηκότας, ὅτι τὴν σπάθην λαβεῖν ὑπὸ τῆς σπουδῆς ἐπελάθετο, τρέχειν ἐπὶ τὴν σκηνήν, τὸν παῖδα ἐκπέμψας καὶ κελεύσας προσκοπεῖσθαι, ποῦ εἰσιν οἱ πολέμιοι, ἀποκρύψαι αὐτὴν ὑπὸ τὸ προσκεφάλαιον, εἶτα διατρίβειν πολὺν χρόνον ὡς ζητῶν·

καὶ ἐν τῇ σκηνῇ ὁρῶν τραυματίαν τινὰ προσφερόμενον τῶν φίλων προσδραμὼν καὶ θαρρεῖν κελεύσας ὑπολαβὼν φέρειν· καὶ τοῦτον θεραπεύειν καὶ περισπογγίζειν καὶ παρακαθήμενος ἀπὸ τοῦ ἕλκους τὰς μυίας σοβεῖν καὶ πᾶν μᾶλλον ἢ μάχεσθαι τοῖς πολεμίοις· καὶ τοῦ σαλπικτοῦ δὲ τὸ πολεμικὸν σημήναντος καθήμενος ἐν τῇ σκηνῇ εἰπεῖν. ἄπαγʼ ἐς κόρακας· οὐκ ἐάσει τὸν ἄνθρωπον

ὕπνου λαβεῖν πυκνὰ σημαίνων·

καὶ αἵματος δὲ ἀνάπλεως ἀπὸ τοῦ ἀλλοτρίου τραύματος ἐντυγχάνειν τοῖς ἐκ τῆς μάχης ἐπανιοῦσι καὶ διηγεῖσθαι ὡς κινδυνεύσας· ἕνα σέσωκα τῶν φίλων· καὶ εἰσάγειν πρὸς τὸν κατακείμενον σκεψομένους [τοὺς δημότας] τοὺς φυλέτας καὶ τούτων ἅμʼ ἑκάστῳ διηγεῖσθαι, ὡς αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐπὶ σκηνὴν ἐκόμισεν.

δόξειεν δʼ ἂν εἶναι ἡ ὀλιγαρχία φιλαρχία τις ἰσχύος καὶ κέρδους γλιχομένη, ὁ δὲ ὀλιγαρχικὸς τοιοῦτός τις, οἷος τοῦ δήμου βουλευομένου,

τίνας τῷ ἄρχοντι προσαιρήσονται τῆς πομπῆς τοὺς συνεπιμελησομένους, παρελθὼν ἀποφήνασθαι, ὡς δεῖ αὐτοκράτορας τούτους εἶναι, κἂν ἄλλοι προβάλλωνται δέκα, λέγειν· ἱκανὸς εἷς ἐστι, τοῦτον δὲ ὅτι δεῖ ἄνδρα εἶναι. καὶ τῶν Ὁμήρου ἐπῶν τοῦτο ἓν μόνον κατέχειν, ὅτι οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, τῶν δὲ ἄλλων μηδὲν ἐπίστασθαι.

ἀμέλει δὲ δεινὸς τοῖς τοιούτοις

τῶν λόγων χρήσασθαι ὅτι δεῖ αὐτοὺς ἡμᾶς συνελθόντας περὶ τούτων βουλεύσασθαι καὶ ἐκ τοῦ ὄχλου καὶ τῆς ἀγορᾶς ἀπαλλαγῆναι καὶ παύσασθαι ἀρχαῖς πλησιάζοντας καὶ ὑπὸ τούτων αὐτοὺς ὑβριζομένους ἢ τιμωμένους, καὶ ὅτι ἢ τούτους δεῖ ἢ ἡμᾶς οἰκεῖν τὴν πόλιν.

καὶ τὸ μέσον δὲ τῆς ἡμέρας ἐξιὼν καὶ τὸ ἱμάτιον ἀναβεβλημένος καὶ μέσην κουρὰν κεκαρμένος καὶ ἀκριβῶς ἀπωνυχισμένος σοβεῖν τοὺς τοιούτους λόγους τραγῳδῶν·

διὰ τοὺς συκοφάντας οὐκ οἰκητόν ἐστιν ἐν τῇ πόλει, καὶ ὡς ἐν τοῖς δικαστηρίοις δεινὰ πάσχομεν ὑπὸ τῶν δεκαζομένων, καὶ ὡς θαυμάζω τῶν πρὸς τὰ κοινὰ προσιόντων τί βούλονται, καὶ ὡς ἀχάριστόν ἐστι τὸ πλῆθος καὶ δοῦλον ἀεὶ τοῦ νέμοντος καὶ διδόντος, καὶ ὡς αἰσχύνεται ἐν τῇ ἐκκλησίᾳ, ὅταν παρακαθῆταί τις αὐτῷ λεπτὸς καὶ αὐχμῶν.

καὶ εἰπεῖν· πότε παυσόμεθα ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν ἀπολλύμενοι; καὶ ὡς μισητὸν τὸ τῶν δημαγωγῶν γένος, τὸν Θησέα πρῶτον φήσας τῶν κακῶν τῇ πόλει γεγονέναι αἴτιον· τοῦτον γὰρ ἐκ δώδεκα πόλεων εἰς μίαν καταγαγόντα τὸν δῆμον αὐξῆσαι, ὥστε πάντων κρατῆσαι τοὺς πολλοὺς λυθείσης τῆς βασιλείας· καὶ δίκαια αὐτὸν παθεῖν· πρῶτον

γὰρ αὐτὸν ἀπολέσθαι ὑπʼ αὐτῶν.

καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους καὶ ταὐτὰ προαιρουμένους.