Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἀμέλει δὲ ἡ ἀλαζονεία δόξει εἶναι προσποίησίς τις ἀγαθῶν οὐκ ὄντων, ὁ δὲ ἀλαζὼν τοιοῦτός τις,

οἶος ἐν τῷ διαζεύγματι ἑστηκὼς διηγεῖσθαι ξένοις, ὡς πολλὰ χρήματα αὑτῷ ἐστιν ἐν τῇ θαλάττῃ· καὶ περὶ τῆς ἐργασίας τῆς δανειστικῆς διεξιέναι, ἡλίκη, καὶ αὐτὸς ὅσα εἴληφε καὶ ἀπολώλεκε· καὶ ἅμα ταῦτα πλεθρίζων πέμπειν τὸ παιδάριον εἰς τὴν τράπεζαν, δραχμῆς αὐτῷ κειμένης.

καὶ συνοδοιπόρου δὲ ἀπολαῦσαι ἐν τῇ ὁδῷ δεινὸς λέγων, ὡς μετʼ Ἀλεξάνδρου ἐστρατεύσατο, καὶ ὡς αὐτῷ εἶχε, καὶ ὅσα λιθοκόλλητα ποτήρια ἐκόμισε· καὶ περὶ τῶν τεχνιτῶν τῶν ἐν τῇ Ἀσίᾳ, ὅτι βελτίους

εἰσὶ τῶν ἐν τῇ Εὐρώπῃ, ἀμφισβητῆσαι· καὶ ταῦτα φῆσαι, οὐδαμοῦ ἐκ τῆς πόλεως ἀποδεδημηκώς.

καὶ γράμματα δὲ εἰπεῖν ὡς πάρεστι παρʼ Ἀντιπάτρου τριττὰ δὴ λέγοντα παραγίγνεσθαι αὐτὸν εἰς Μακεδονίαν· καὶ διδομένης αὐτῷ ἐξαγωγῆς ξύλων ἀτελοῦς, ὅτι ἀπείρηται, ὅπως μηδʼ ὑφʼ ἑνὸς συκοφαντηθῇ· περαιτέρω φιλοσοφεῖν προσῆκε Μακεδόσι.

καὶ ἐν τῇ σιτοδείᾳ δὲ ὡς πλείω ἢ πέντε τάλαντα αὑτῷ γένοιτο τὰ ἀναλώματα διδόντι τοῖς ἀπόροις τῶν πολιτῶν· ἀνανεύειν γὰρ οὐ δύνασθαι.

καὶ ἀγνώτων δὲ παρακαθημένων κελεῦσαι θεῖναι τὰς ψήφους ἕνα αὐτῶν καὶ ποσῶν καθʼ ἑξακοσίας καὶ κατὰ μίαν καὶ προστιθεὶς πιθανῶς ἑκάστοις τούτων ὀνόματα ποιῆσαι καὶ δέκα τάλαντα· καὶ τοῦτο φῆσαι εἰσενηνέχθαι εἰς ἐράνους αὑτῷ· καὶ τὰς τριηραρχίας εἰπεῖν ὅτι οὐ τίθησιν οὐδὲ τὰς λῃτουργίας, ὅσας λελῃτούργηκε.

καὶ προσελθὼν δʼ εἰς τοὺς ἵππους τοὺς ἀγαθοὺς τοῖς πωλοῦσι προσποιήσασθαι ὠνητιᾶν.

καὶ ἐπὶ τὰς κλίνας ἐλθὼν ἱματισμὸν ζητῆσαι εἰς δύο τάλαντα καὶ τῷ παιδὶ μάχεσθαι, ὅτι τὸ χρυσίον οὐκ ἔχων αὑτῷ ἀκολουθεῖ.

καὶ ἐν μισθωτῇ οἰκίᾳ οἰκῶν φῆσαι ταύτην εἶναι τὴν πατρῴαν πρὸς τὸν μὴ εἰδότα, καὶ διότι μέλλει πωλεῖν αὐτὴν διὰ τὸ ἐλάττω εἶναι αὑτῷ πρὸς τὰς ξενοδοκίας.