Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἔστιν ἡ μεμψιμοιρία ἐπιτίμησις παρὰ τὸ προσῆκον τῶν δεδομένων,

ὁ δὲ μεμψίμοιρος τοιόσδε τις, οἷος ἀποστείλαντος μερίδα τοῦ φίλου εἰπεῖν πρὸς τὸν φέροντα· ἐφθόνησέν μοι τοῦ ζωμοῦ καὶ τοῦ οἰναρίου οὐκ ἐπὶ δεῖπνον καλέσας.

καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος εἰπεῖν· θαυμάζω, εἰ σὺ καὶ ἀπὸ τῆς ψυχῆς οὕτω με φιλεῖς.

καὶ τῷ Διὶ ἀγανακτεῖν, οὐ διότι ὕει, ἀλλὰ διότι ὕστερον.

καὶ εὑρὼν ἐν τῇ ὁδῷ βαλλάντιον εἰπεῖν· ἀλλʼ οὐ θησαυρὸν εὕρηκα οὐδέποτε.

καὶ πριάμενος ἀνδράποδον ἄξιον καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος· θαυμάζω εἰπεῖν ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι.

καὶ πρὸς τὸν εὐαγγελιζόμενον ὅτι υἱός σοι γέγονενʼ, εἰπεῖν ὅτι ἂν προσθῇς· καὶ τῆς οὐσίας τὸ ἥμισυ ἄπεστιν ἀληθῆ ἐρεῖς.

καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους ἐγκαλεῖν τῷ γράψαντι τὸν λόγον, ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων·

καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων καὶ φήσαντός τινος· ἱλαρὸς ἴσθι, καὶ πῶς; εἰπεῖν, ὅτι δεῖ τἀργύριον ἀποδοῦναι ἑκάστῳ καὶ χωρὶς τούτων χάριν ὀφείλειν ὡς εὐεργετημένον;