Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἡ δὲ αὐθάδειά ἐστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις, ὁ δὲ αὐθάδης τοιοῦτός τις,

οἷος ἐρωτηθείς· ὁ δεῖνα ποῦ ἐστιν; εἰπεῖν· πράγματά μοι μὴ πάρεχε·

καὶ προσαγορευθεὶς μὴ ἀντιπροσειπεῖν.

καὶ πωλῶν τι μὴ λέγειν τοῖς ὠνουμένοις, πόσου ἂν ἀποδοῖτο, ἀλλʼ ἐρωτᾶν, τί εὑρίσκει.

καὶ τοῖς τιμῶσι καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς εἰπεῖν, ὅτι οὐκ ἂν γένοιτο διδόμενα·

καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῷ ἀπώσαντι αὐτὸν ἀκουσίως [οὔτε τῷ ὤσαντι] οὔτε τῷ ἐμβάντι.

καὶ φίλῳ δὲ ἔρανον κελεύσαντι εἰσενεγκεῖν εἰπών, ὅτι οὐκ ἂν δοίη, ὕστερον ἥκειν φέρων καὶ λέγειν, ὅτι ἀπόλλυσι καὶ τοῦτο τὸ ἀργύριον.

καὶ προσπταίσας ἐν τῇ ὁδῷ δεινὸς καταράσασθαι τῷ λίθῳ·

καὶ [ἀναμεῖναι] οὐκ ἂν ὑπομεῖναι πολὺν χρόνον οὐθένα.

καὶ οὔτε ᾆσαι οὔτε ῥῆσιν εἰπεῖν οὔτε ὀρχήσασθαι ἂν ἠθέλησε.

δεινὸς δὲ καὶ τοῖς θεοῖς μὴ ἐπεύχεσθαι.