Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρῳ εἰπεῖν, βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν,

ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν

τὸν παρακαθήμενον· τί γίγνεται;

καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι.

καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων. καὶ πολλὰ φαγών,

τῆς νυκτὸς ἀναστὰς ὡς ἐπὶ θάκου ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι.

καὶ λαβών τι καὶ ἀποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν.

καὶ ἀπαγγέλλοντος αὐτῷ, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν· ἀγαθῇ τύχῃ.

δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν.

καὶ χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν.

καὶ τὰ παιδία ἑαυτοῦ παλαίειν ἀναγκάζων καὶ τροχάζειν [καὶ] εἰς κόπον ἐμβαλεῖν.

καὶ ἐν ἀγρῷ αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι.

καὶ ὕοντος τοῦ Διὸς εἰπεῖν· ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης.

καὶ λέγοντός τινος· πόσους οἴει κατὰ τὰς Ἱερὰς πύλας ἐξενηνέχθαι νεκρούς; πρὸς τοῦτον εἰπεῖν· ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.