Characters

Theophrastus

Theophrastus. Characteres. Diels, Hermann, editor. Oxford: Clarendon Press, 1909.

ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἐπίτευξις λυποῦσα τοὺς ἐντυγχάνοντας, ὁ δὲ ἄκαιρος τοιοῦτός τις,

οἷος ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι.

καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην

κωμάζειν πυρέττουσαν.

καὶ δίκην ὠφληκότα ἐγγύης προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι.

καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου.

καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν.

καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον.

δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι.