On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Φθοραὶ δὲ γίνονται πλείους τοῦ πυρός· πειρατέον δ᾽ εἰς ἑκάστην τούτων ἀνάγειν κατὰ μέρος οἷον καὶ τὰ τοιάδε. διὰ τί τὰ τὴν σάρκα καίοντα τὴν κοιλίαν οὐ καίει οὐδὲ τὰ στόματα ὁμοίως; διὰ τί δὲ τοὺς λύχνους τινὲς εἰς τὰ στόματα λαμβάνοντες ἀποσβεννύοντες οὐ καίονται; διὰ τί δὲ τοὺς διαπύρους ὀβελίσκους σφοδροτέρως πιέσαντες ἧττον οὐ καίονται; διὸ καὶ οἱ διὰ τοῦ πυρὸς βαδίζοντες πρὸς τοῖς ἄλλοις οἷς παρασκευάζονται καὶ τοῦτό φασι δρᾷν· καὶ διὰ τί τὰ κατακαύματα τῷ θερμῷ καθίσταται καὶ κωλύει φλυκταίνας αἴρεσθαι;

πάντα γὰρ ταῦτα καὶ εἴ τι τούτοις ὅμοιον εἰς ἐκείνας πίπτει τὰς αἰτίας,

εἴς τε τὴν τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος φθείρεσθαι καὶ μαραίνεσθαι καὶ εἰς τὸ συνθλίβειν τε καὶ καταμαραίνειν τὴν ἀρχήν. τοῦτο γὰρ ποιεῖ καὶ τὰ στόματα καὶ ἡ κοιλία καὶ ἡ πίεσις· οὐκ ἐᾷ γὰρ ἀπορρεῖν, μὴ ἀπορρέον δὲ ἧττον καίει· τούτῳ γὰρ ἡ δύναμις· ἐπεὶ καὶ θλίβοντες οὗτοι καὶ μεταβάλλοντες τοὺς ἄνθρακας τῇ ἀποπιέσει σβεννύουσιν.

αἱ δὲ τῶν ὑγρῶν δυνάμις αἱ σβεστικώτεραι τῷ παρεισδύεσθαι μάλιστα εἰς τὴν ἀρχὴν ὥσπερ ἐλέχθη περὶ τοῦ ὄξους. ἐὰν δὲ ἅμα καὶ γλίσχρον τι μιχθῇ μᾶλλον ἔτι· τὸ μὲν γὰρ διαδὺν δύναιτ᾽ ἂν διοδοποιεῖν, τὸ δὲ ὥσπερ ἐπαλείφει καὶ ἐπιπωματίζει. διά τοι τοῦτο σβεστικώτατον εἶναί φασιν ἐάν τις μίξῃ τὸ ὄξος ὠοῦ τῷ λευκῷ· τὸ μὲν γὰρ γλίσχρον τὸ δὲ διαδυτικόν· καὶ πρὸς τὰς ἐμπρήσεις τῶν μηχανωμάτων τοῦτο μάλιστα βοηθεῖν.

ἐὰν δὲ ἅμα τῇ ὑγρότητι τῇ τοιαύτῃ καὶ τὸ ψυχρὸν προσῇ φύσει καὶ τοῦτο συνεργεῖν εἰς τὴν σβέσιν ὅπερ καὶ περὶ τὴν σαλαμάνδραν εἶναι· ψυχρὸν γὰρ τῇ φύσει τὸ ζῶον καὶ ἡ ἀπορρέουσα ὑγρότης γλίσχρα. καὶ ἅμα χυλόν τινα ἔχουσα τοιοῦτον, ὥστε διικνεῖσθαι πορρωτέρω. σημεῖον δὲ καὶ τὰ ὕδατα ὀλέθρια γίνεσθαι καὶ τοὺς καρποὺς ἐὰν καταμιχθῇ, καὶ μᾶλλον τεθνεώσης.

ἔτι δὲ καὶ τὸ νωθὲς τῆς πορείας συνεργεῖ· πλείω γὰρ χρόνον ἐπιμένον μᾶλλον σβέννυσιν· ἡ δὲ σβέσις οὐκ ἐὰν ὁποσονοῦν πῦρ, ἀλλ᾽ ἐὰν σύμμετρον πρὸς τὴν φύσιν καὶ τὴν δύναμιν, καὶ εἰς ὃ ἂν μὴ ἐπιχρονίσῃ πάλιν ἀναζωπυρεῖται. σύμφωνον δὲ τούτῳ καὶ τὸ τὰ ἰξούμενα μὴ καίεσθαι, διὸ καὶ ἔνια πρὸς τὸ μὴ πάσχειν ἀλείφουσι· ψυχρὸν γὰρ δὴ καὶ γλίσχρον ὁ ἰξός, ὥστε διὰ τὴν πυκνότητα μὴ δέχεσθαι καὶ διὰ τὸ ψνχρὸν σβεννύναι. τούτων μὲν οὖν αὗται αἱ αἰτίαι.

τοῦ δὲ μὴ ἐπαίρεσθαι τὰ κατακαύματα καὶ εἴ τι τοιοῦτον

ἕτερον ἡ πλείων θερμότης κρατοῦσα τῆς ἐλάττονος καὶ ἀναξηραίνουσα τὴν γινομένην σύντηξιν ἀφ᾽ ἧς αἱ φλύκταιναι ὥσπερ ἐλέχθη καὶ καταμαραίνουσα καὶ συμνφρύγουσα τὴν ἀρχήν. καὶ τὰς μὲν καθ᾽ ἕκαστα σβέσεις ἐκ τούτων