On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Τῆς δὲ φλογὸς λευκότατον ἀεὶ καὶ καθαρώτατον τὸ μέσον, τὸ δὲ κάτω καὶ τὸ ἔσχατον ἐρυὕρὰ καὶ μελανοῦντα μᾶλλον. ἐμφαίνεται δὲ τοῦτο μάλιστα ἐπὶ τῶν λύχνων ὅτι ἀμιγέστατον τοῦτο τῇ ἀναὕυμιάσει· τὸ μὲν γὰρ πρὸς αὐτῇ τῇ μύξῃ καὶ τοῖς λύχνοις ἅτε ἐπὶ τοῦτο φερομένης τῆς ἀναθυμιάσεως εὐλόγως μελαίνει μᾶλλον· εἰς δὲ τὸ ἄκρον οἷον συρροὴ γίνεται καταλήγοντος ἤδή καὶ ἅμα προσεπιλαμβάνον1ος τοῦ ἀέρος· ἄνω γὰρ ἡ ἰσχὺς πᾶσα καὶ ἡ φορὰ τῆς φλογός, διὸ καὶ ὁ καπνὸς ταύτῃ μάλιστα φέρεται

τάχα δὲ κἀκεῖνο οὐ κακῶς εἰ μὴ ἄρα ἀληθέστερον ὡς οὔτε ᾗ γίνεται οὔπω ἐστὶν, οὔτε ᾗ φθείρεται ὅμοιον ἔτι·

κάτωθεν μὲν γὰρ γίνεται ἄνωθεν δὲ φθείρεται ὑπὸ τοῦ ἀέρος, τὸ δὲ μέσον οἷον καθαρὸν καὶ εἰλικρινές. διὸ καὶ ταύτῃ μὲν διορᾶται τὰ δ᾽ ἄνω κωλύει διά τε τὸ εἰς ὀξὺ συννεύειν καὶ διὰ τὴν κίνησιν.

ἀπορεῖται δὲ τοῦτο διὰ τί τὸ τῆς φλογὸς σχῆμα πυραμοειδές ἐστι. καί φησι Δημόκριτος μὲν περιψυχομένων μὲν αὐτοῦ τῶν ἄκρων εἰς μικρὸν συνάγεσθαι καὶ τέλος ἀποξύνεσθαι. ἕτεροι δέ τινες τῶν παλαιῶν ὑπὸ τῆς τοῦ προσπίπτοντος ἀέρος καὶ πνεύματος κινήσεως περισχίζεσθαι — τό τε γὰρ ἐπάνω τῆς φλογὸς ἀσθενέστερον εἷναι καὶ ἐν πλείστῃ κινήσει — ἀλλ᾽ οὐ περιψύξει καὶ διὰ τὴν τοῦ προσπίπτοντος πνεύματος κίνησιν. εἰ γὰρ τῷ περιψύχειν, τοῖς κάτω δεῖν ὡσαύτως γίνεσθαι· οἱ δ᾽ οὐδ᾽ ἕτερον τούτων, εἰ δὲ, μᾶλλον ὑπὸ τῆς κινήσεως ἢ περιψύξεως ἀποξύνεσθαι.

γελοία δὲ ὅλως καὶ τούτοις ἡ τοῦ προσπίπτοντος ἀέρος κίνησις· ὑφ᾽ αὐτοῦ γὰρ κινεῖται τὸ πῦρ καὶ μᾶλλον κινεῖ τὸν ἀέρα ἢ ὑπ᾽ ἐκείνου κινεῖται τῷ ὠθεῖν· ἐπεὶ καὶ εὐδίας οὔσης οὐδὲν ἧττον ἡ ὀξύτης τῆς φλογός. ἔτι δὲ ἄτοπος ὁ περισυρμὸς ὥσπερ κούφων τινῶν καὶ ἐπιπολαίων ἐπόντων. χρὴ γὰρ τοῦτο πανταχόθεν ὁμοίως συμβαίνειν καὶ πνεύματος ὄντος μείζονος μᾶλλον. νῦν δ᾽ ἐν ταῖς ἀπνοίαις ἀποκορυφοῦται μάλιστα ἡ φλὸξ ἅτε καὶ οὐ κωλυομένη τῷ πνεύματι ὅπερ διακωλύει τὴν ἐπ᾽ ὀρθὸν φορὰν ἀλλὰ περικλᾷ καὶ μεταρρίπτει.

τοῦτο μὲν οὖν πρὸς τῷ μὴ ἀληθὲς οὐδ᾽ ἄγαν συνετόν. εἰ δ᾽ ἐν φορᾷ τινὶ καὶ ῥύσει τὸ πῦρ, ἀεὶ δὲ τῶν ῥεόντων εἰς ἔλαττον ἡ ἀποτελεύτησις μὴ γινομένης ἄλλοθεν ἐπιρροῆς, ἀναγκαῖον εἰς τὸν πλείω τόπον διατεινόμενον καὶ τὸ συνεχὲς διατηροῦν ἀποστενοῦσθαι μᾶλλον. ὥστε τοῦτο ἂν εἴη καὶ τῆς φλογὸς αἴτιον εἰς τὸν σχηματισμόν· ἡ γὰρ ἀρχὴ κάτωθεν ἰσχυροτάτη καὶ πλείστη,

μετὰ δὲ ταῦτα ἐλάττων ἀεὶ καὶ ἀπολήγουσα ἀσθενεστέρα διασώζουσα δὲ τὸ συνεχές.

ὃ δῆλον ἐπὶ τῶν ὑδάτων γίνεται ἃ φθίνοι ἂν εἰ μὴ παρεμπίπτοιεν ἔξωθεν ἕτερα ῥεῖθρα. πολλῆς γὰρ οὔσης καὶ ἀθρόας τῆς πηγῆς τὸ ἐγγύτατον πλεῖστον, εἶτα ἔλαττον ἀεὶ καὶ ἔλαττον, τελευτῶν δ᾽ ὑπεκλείπει· ἐὰν δέ που τόπος ἔγκοιλος ὢν ἢ καὶ ἄλλως ἀνωμαλὴς ἀθροισμὸν ἢ διάχυσιν εἰς πλείω ποιήσει. τοῦτο δ᾽ ἐπὶ τοῦ ἀέρος καὶ τῆς φλογὸς οὖκ ἔστιν· ὁ μὲν γὰρ ὅμαλος, ἡ δὲ φλὸξ καθ᾽ αὑτὴν φέρεται ἀλλ᾽ οὐ διὰ τὴν τῶν τόπων ἔγκλισιν.

ὅμοιον δὲ καὶ οὐχ ἧττον ἴσως οἰκεῖον τὸ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ τούτων ἡ αὔξησις εἰς λεπτὸν ἀνήκει καὶ εἰς ὀξὺ τῇ τοῦ θερμοῦ φορᾷ γινομένη μέχρις ὅταν ἀρχὰς ἑτέρας ἐν αὑτοῖς λαβόντα ποιήσηται τὴν τῶν ὄζων καὶ κλάδων ἔκφυσιν. εἰ δ᾽ ἄρα καὶ τὸ περιέχον κωλύει τι καὶ ἀφαιρεῖται καθάπερ εἰκὸς, οὐχ ᾗ κινούμενον ἀλλ᾽ ᾗ ψυχρὸν τοῦτο δρᾷ. πλεῖον δ᾽ ἀφαιρεῖται καὶ μᾶλλον ἐνισχύει δηλονότι τοῦ ἀσθενεστέρου καὶ πορρωτέρω διατεινομένου. καὶ περὶ μὲν τοῦ σχήματος ἱκανῶς