On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Ἡ δὲ τοῖς ἐμψύχοις σώμασιν ἐνυπάρχουσα θερμότης πλείοσι μιγνυμένη καὶ τρόπον ἰδιώρον οἱονεὶ ζῶσα καὶ γόνιμος ἤδη γίνεται τῶν ὁμοίων. ἔτι δὲ προτέρα ταύτης ἡ ἀπὸ τοῦ ἡλίου. καὶ γὰρ αὕτη γόνιμος καὶ ζώων καὶ φυτῶν, οὐκ ἄμικτος μὲν οὖσα τῷ ἀέρι μᾶλλον δ᾽ ἐν αὐτῷ τούτῳ γινομένη, συμμε1ρίαν δέ τιν᾽ ἔχουσα τῇ μαλακότητι καὶ λεπτότητι πρὸς

τὸ γεννᾷν οὐχ ὥσπερ ἡ τοῦ πυρὸς σκληρὰ καὶ περικαής. διὸ καὶ τὰ σπέρματα πυρωθέντα μὲν ἀβλαστεῖ, θερμαινόμενα δ᾽ ὑπὸ τοῦ ἡλίου καθ᾽ ὑπερβολὴνἐνίοτε γάρ φασι περὶ Βαβυλῶνα καὶ ἔτι τούς θερμοτέρους τόπους καὶ πηδᾷν ἐπὶ τῆς ἅλω καθάπερ τὰ φρυγόμενα — γεννᾷ καὶ βλαστάνει. τὸ μὲν οὖν πῦρ ἢ τὸ θερμὸν τηλικαύτας καὶ τοιαύτας ἔχει διαφορὰς καὶ καθ᾽ αὑτὸ καὶ μετ᾽ ἄλλων καὶ ἐν ἄλλοις μιγνύμενον.

ἐκ ταύτης δέ πως τῆς αἰτίας καὶ ἐκεῖνο λύεται τὸ ἀπόρημα διὰ τί ποτε ἡ μὲν κοιλία τήκει τὰ νομίσματα τὸ δὲ ὕδωρ ζέον θερμότερον ὂν οὐ τήκει· καὶ γὰρ ὅλως τὸ ὑγρὸν ὥσπερ ἐλέχθη κωλυτικὸν τήξεως, καὶ ἅμα διὰ τὴν μαλακότητα καὶ μεγαλομέρειαν οὐ δύναται τέμνειν οὐδὲ διοίγειν τοὺς πόρους. ἡ δ᾽ ἐν τῇ κοιλίᾳ θερμότης ξηροτέρα καὶ γεωδεστέρα διακρινομένου καὶ ὑπονοστοῦντος ἀεὶ τοῦ ὑγροῦ πρὸς τὴν κύστιν.

καὶ πάλιν διὰ τί τῶν μὲν ἐν τῷ πυρὶ κατακαιομένων ξηρὸν γίνεται τὸ λείψανον, ὁ δ᾽ ἐν --- κύκλῳ λίθος ἐξ οὗ τὰς σοροὺς ποιοῦσι καὶ ὅπου ἄλλοθι τοιοῦτος, ἀφανίζει πάντα καὶ ἐν ἑαυτῷ τέφραν ποιεῖ. διαφέρει γὰρ καὶ ἐνταῦθ᾽ ἡ θερμότης· ὅτι μὲν γὰρ ὁ λίθος ἐργάζεται τῇ θερμότητι καὶ τῇ φύσει θερμὸς ὢν σημεῖον τὸ γίνεσθαι κονίαν ἐξ αὐτοῦ. τοῦ δὲ θερμοτέρου ἐστὶ τὸ διαιρεῖν τε ταχὺ καὶ εἰς λεπτά· ταχὺ μὲν γὰρ τὸ θερμότερον καὶ κινητικώτερον οἷον ἡ φλόξ, εἰς δὲ μικρὰ τὸ λεπτομερέστερον διὰ τὸ πάντη διαδύεσθαι. τοιοὐτον δὲ τὸ ἐν τῷ λίθῳ θερμόν.

ἐπεὶ ποιεῖ γε τοῦτο καὶ ὁ ἀὴρ ὁ ἐγκατακλειόμενος ἐν ταῖς θήκαις καὶ διαλύει παντ᾽ εἰς τέφραν ἀλλὰ χρυνιώτερος θερμανθείς ἡ δ᾽ ἐν τῷ λίθῳ θερμότης τῆς μὲν τοῦ πυρὸς ἀσθενεστέρα λεπτοτέρα δὲ, τῆς δὲ τοῦ ἀέρος τοῦ συγκατακλειομένου θερμοτέρα λεπτὴ δὲ ἧττον· ὥστε τοῦ μὲν

θᾶττον τοῦ δὲ εἰς λεπτότερα διαιρεῖν χρονιώτερον.

ἐπεὶ δὲ τὸ σωματωδέστερον καὶ πυκνότερον πυρωθὲν θερμότερον, διὰ τοῦθ᾽ ὅπου παχὺς καὶ θολερώτατος ὁ ἀὴρ, πάγοι καὶ καύματα μᾶλλον, ὥστ᾽ ἔνιοι τόποι ψυχρότατοι καὶ καυματωδέστατοι· πυρωθεὶς γὰρ ὁ ἀὴρ κατέχων ἐν ἑαυτῷ διὰ τὴν παχύτητα τὸ θερμὸν ἐκπυροῖ τὸν τόπον. ὡς ἐπὶ πολὺ δ᾽ οἱ τοιοῦτοι ἄπνοι· ἐὰν δὲ καὶ ἐπιπίπτῃ πνεῦμα θερμότατον ἀέρα προσqέρον καίονται.

διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ τῶν ἑψομένων τὰ παχύτερα θερμότερα καθάπερ τὸ γάλα καὶ ὅλως τὰ ῥοφήματα τοῦ ὕδατος· καὶ ἐὰν ἐπιβάλῃς τι ἐπὶ τὸ ὕδωρ θερμαίνεται θᾶττον ἢ ψιλόν· οἷον γὰρ ἀντιφράττει καὶ κωλύει διατμίζειν ἔξω τὸ θερμὸν ὥσκερ τὰ ἐπιπωματιζόμενα, καὶ ἅμα δὴ θερμανθὲν ἀν1ιθερμαίνει. πᾶν γὰρ ἔχον πυκνότητα δύναται ποιεῖν τοῦτο διὰ τὸ κατέχειν. ὅλως γὰρ, ὃ πολλάκις λέγεται, τὸ μὲν λεπτὸν καὶ ῥέον αὐτὸ καὶ μὴ μένον ἔτι δὲ μικρομερὲς οὐχ ὁμοίως καίει· τὸ δ᾽ ἐναντίως ἔχον τούτῳ διὰ τὸν ἀθροισμὸν καίει μᾶλλον καὶ ἰσχυρότερον γίνται καὶ