On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Ἐὰν δὲ ὅλως ἐν ἑτερογενέσι τεθῇ τὸ θερμὸν οἷον ὑγρῷ καὶ ξηρῷ πλείων ἔτι γίνεται διαφορά· πολλὰ γὰρ οὐ δύναται ποιεῖν ἑκάτερον ὧν θάτερον οὐκ ἀσθενέστερον ἔχειν δοκοῦν τὸ θερμόν· οἷον τὸ ὕδωρ ζέον θερμότερον ὂν κατὰ τὴν ἁρὴν οὐχ ἧττον τῆς φλογὸς οὐ τήκει ταχύ· καὶ πάλιν τὸ πῦρ οὐ δύναται κατὰ μικρὸν ἐξάγειν τὸ ὑγρὸν οὐδὲ συνιέναι καὶ παχύνειν ἀλλὰ διὰ τὴν ξηρότητα πυκνοὺς τοὺς πόρους δείκννσιν ὥσπερ τὰ ὠά.

τὸν αὐτὸν δὲ τρόπον καὶ ἐάν τι ἄλλο δέῃ μαλακῇ θερμότητι πέττειν ἢ παχύνειν, ἡ δ᾽ ὑγρότης μαλάττει μιγνυμένη. διὰ τοῦτο καὶ ὅταν περίξηρος ὁ ἀὴρ ᾖ, ἐκκαίει τὰ ὀπωριαῖα· καὶ ὅπου φύσει τοιοῦτος ἀεὶ τοῦτο συμβαίνει πλέον, ἐὰν μὴ τὸ ἔδαφος βοηθῇ διαρρέον καὶ τὴν ἰκμάδα παρέχον ἢ δρόσοι πίπτωσιν· οὕτως ἅμα τροφήν τε λαμβάνουσι καὶ πέψιν.

εἰς μὲν οὖν τὰ τοιαῦτα χρήσιμον πλὴν ἐν ὑγρότητι καὶ μεθ᾽ ὑγρότητος τὸ θερμὸν, εἰς δὲ τὰς τήξεις τὸ ὑγρὸν ἀχρεῖον. αἴτιον δὲ ὅτι τὸ τηκτὸν ὕδατος ὂν φύσει ξηρᾶς δεῖται θερμότητος εἰς τὴν διάλυσιν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές. ἅμα δὲ καὶ ἡἀσυμμετρία τῶν πόρων ἐναντιοῦται πρὸς τὸ μὴ δέξασθαι· μεγαλομερὲς γάρ. οὐχ οἷόν τε δὲ ἄνευ τοῦ ὑγροῦ χωρσθὲν εἰσιέναι τὸ θερμόν· ἔτι δὲ ἀσθενέστερον ὥστε διοῖξαι τοὺς πόρους πυκνῶν καὶ συνεχῶν ὄντων τῶν ἔξωθεν. διὰ δὴ τοῦθ᾽ ἡ ξηρὰ θερμότης ἁρμόττει πρὸς τὰς τήξεις καὶ αὐτὴ λαμβάνουσά τινα συμμετρίαν· εἰ γὰρ πλείων ἐκκαίει· τὰ δὲ καὶ ὅλως κατακαίει πρὶν εἰς διάλυσιν ἀγαγεῖν.

ἔνια δὲ τοιαύτης δεῖ θερμότητος ἣ ἐν λεπτοτέρῳ γίνεται τοῦ ὕδατος ὥσπερ τὰ λίνα καὶ οἱ στήμονες οἱ ἑψόμενοι· τῷ γὰρ ἀτμῷ ταῦτα διαερμαινόμενα λαμβάνει τὴν ἕψησιν ἐγκαταμιγνυμένης ἅμα τῆς ἰκμάδος, ὃ καὶ χρήσιμον πρὸς τὴν ἰσχύν. ἔνια δὲ καὶ τῶν βρωτῶν οὕτως ἕψεται διαφεύγειν βουλομένων τὸ ὑγρὸν, ὅθεν οὐ κακῶς κεῖται τοὔνομα τὸ πνίγειν. ἐγκατακλείουσι γὰρ περιπωματίζοντες καὶ περιπλάττοντες τὸν ἀτμόν, ὥστε τρίτη τις ἀπόστασις ἀπὸ τοῦ πρώτου αὕτη καὶ γένεσις τὸ μὲν γὰρ ὑγρὸν ἀπὸ τοῦ ξηροῦ γίνεται θερμὸν, τοῦτο δὲ ἀπὸ τοῦ ὑγροῦ· πλὴν ἐκεῖνο μὲν μιγνυμένου πως τοῦ πυρὸς τοῦτο δὲ ἰδίᾳ ἐκκρινομένου καὶ