On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Τοῦτο μὲν οὖν οὐκ ἂν ἀλόγως δόξειε συνεργεῖν πνεύματι πνεῦμα, καὶ γὰρ τὸ πῦρ οἷον πνεύματός τις φύσις. ἐπεὶ δὲ πλείω καὶ ἀεὶ διαφέροντα τὰ καυστὰ καὶ πυρωτὰ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν διάφοροι καὶ οὐχ ἅπερ θάτερον δύναται καὶ θάτερον ποιεῖν, οἷον ὁ ἄνθραξ φωτίζειν ὥσπερ ἡ φλὸξ, οὐδ᾽ αὕτη καὶ ὁ λύχνος ὁμοίως οὐδ᾽ ὡσαύτως ἡ τῶν χλωρῶν καὶ αὔων· ἀλλ᾽ ὅσῳ δὴ καθαρωτέρα τοσούτῳ μᾶλλον, οὐκ ἔχουσα γεῶδες οὐδὲ ὑδατῶδες οὐδὲν αὐτῇ τὸ ἀντιφράττον, ἐξ ὧν ὁ καπνὸς καὶ ἡ ἀναθυμίασις.

διὰ τοῦτο γὰρ καὶ ἡ τῶν χλωρῶν ἐρυθροτέρα φλὸξ ἢ τῶν ξηρῶν, ὅτι πλεῖον ἔχει τὸ τοιοῦτον δι᾽ οὗ διαφορουμένη λαμβάνει τὴν χρόαν, ὥσπερ καὶ ὁ ἥλιος ὅταν ᾖ παχὺς ὁ ἀήρ. ὁ δ᾽ ἄνθραξ οὐδὲ ποιεῖ φλόγα πλὴν ὀλίγην διὰ τὸ μὴ ἔχειν τὴν ἐξαε50υμένην πολλὴν ὑγρότητα· πυρουμένη γὰρ αὕτη φλόξ.

οὔσης δὲ τῆς εἰρημένης ἀνωμαλίας εὔλογον ἤδη καὶ

τὸ θερμαίνειν ἔνια μᾶλλον καὶ θᾶττον τὰ ἧττον θερμὰ, καθάπερ ἡ τοῦ καλάμου φλὸξ καὶ τὸ ὕδωρ καὶ τοὺς ἀνθρώπους τῆς ἀπὸ τῶν ξύλων· καίτοι θερμότατόν γε πῦρ ὅλως τὸ ἀπὸ τῶν στερεωτάτων, ὁ δ᾽ ἄνθραξ κίστᾳ θερμαίνει στερεώτατος ὤν. καὶ τὴν μὲν τοῦ ἡλίου θερμότητα μελαίνειν τὰ σώματα τὴν δὲ τοῦ πυρὸς μή.

πάντων δὲ τούτων καὶ τῶν τοιούτων αἰτιάσαιτ᾽ ἄν τις τὴν λεπτότητα καὶ παχύτητα· θερμαίνει τε γὰρ τὴν σάρκα καὶ τὸ ὕδωρ ἡ τῶν καλάμων τάχιστα διὰ τὴν λεπτότητα καὶ πυκνότητα. λεπτὴ μὲν γὰρ ὅτι κοῦφος, πυκνὴ δὲ ὅτι συνεχής. τὸ δὲ λεπτὸν διαδυτικὸν καὶ τὸ θερμαίνεσθαι διὰ τὴν συναφὴν καὶ κατάμιξιν· ἥ τε φλὸξ ὅλως τῶν ἀνθράκων μᾶλλον διαδυτικὴ καὶ ἅμα πλείων ἡ ἀπορροὴ καὶ ἀθροωτέρα.

τὸ δὲ ὅλον οὐ διὰ τῶν αὐτῶν ἴσως ἑκάτερον θερμαντικὸν, εἰ δὲ μὴ, οὐχ ὡσαύτως γε ἔχον οὐδ᾽ ὁμοίως ἑκάτερον, ἀλλ᾽ ἄνθραξ μὲν ὁ στερεώτατος, φλὸξ δὲ ἡ λεπτοτάτη καὶ πυκνοτάτη. θερμαίνει μὲν οὖν ἡ φλὸξ διὰ ταῦτα μᾶλλον ἔνια, κατακαίει δὲ πάλιν οὐχ ὁμοίως ὅτι λεπτοτέρα καὶ ἀσθενεστέρα· τὸ γὰρ ἐν τῷ γεώδει καὶ στερεῷ πῦρ θερμότατον, οὐκ ἀπορρέον ὁμοίως ἀλλ᾽ ἀποστεγόμενον, ἀπό τε θερμότητος ἔχον τὸ καυστικόν

σώματα δὲ στερεὰ καυστικωτέρα διὰ σκληρότητα πυρωθέντα, καθάπερ σίδηρος, χαλκὸς, λίθος, ὄστρακον ἃ τῇ φύσει σχεδὸν ψυχρότατα, στέγει γὰρ ἐν αὐτοῖς μάλιστα καὶ τηρεῖ τὸ θερμὸν, ὥστ᾽ εὐλόγως καυστικώτατα τῆς σαρκός. ἅμα δὲ καὶ ἡ τῆς φλογὸς φορὰ ποιεῖ τινὰ παραλλαγὴν, διὸ καὶ οἱ κινοῦντες ἐν τῇ φλογὶ τὰς χεῖρας ὀξέως οὐ καίονται· θάττων γὰρ ἡ κίνησις τῆς χειρὸς οὖσα καὶ ἅμα μεταλλάττουσα τὰ μέρη κωλύει τὴν κατάκαυσιν· οὐ γὰρ καίει εἰ μὴ ἐπι36μένει τῷ αὐτῷ χρόνον.

διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ

βαδίζοντες ἧττον καίονται τῶν καθημένων καὶ οἱ τρέχοντες ἔτι τούτων. ἅμα δὲ ἴσως τούτοις γε καὶ ἡ ἀπὸ τῆς κινήσεως τοῦ ἀέρος γινομένη ῥίπισις ποιεῖ τινὰ κατάψυξιν. ἔχει δὲ καὶ πρὸς τὰς τήξεις καὶ πρὸς τὰς ἑψήσεις καὶ τὰ ἄλλα τοιαῦτα μεγάλας ἕκαστα πρὸς τὰ ὑποκείμενα διαφορὰς, οἷον ὅσῳ μαλακωτέρας θερμότητος ἢ μὴ σκληρὰς, ἢ πάλιν ὅσῳ καὶ σφοδροτέρας καὶ ἀθροωτέρας· ἀπὸ μὲν γὰρ τῶν μαλακῶν καὶ μανῶν μαλακώτερον τὸ θερμὸν ἀπὸ δὲ τῶν σκληρῶν καὶ πυκνῶν σφοδρότερον.

διὸ καὶ οἱ ἰατροὶ τοὺς ἥλους καίουσι τῷ ἀχύρῳ· μαλακωτάτη γὰρ ἡ ἀπὸ τούτου θερμότης. ὁμοίως δὲ καὶ ἐν ταῖς πυριάσεσι καὶ τοῖς ἀλείμιμασιν· ἀπὸ τοιούτων γὰρ ζητοῦσι τὰς θερμότητας. σχεδὸν δὲ καὶ αἱ ἄλλαι τέχναι κατὰ λόγον. αἷς μὲν οὖν ὥσπερ μάλαξις ἢ τῆξις ἢ καὶ διάλυσίς τις κατὰ μικρὸν, τὴν λεπτὴν διώκουσι καὶ μαλακήν. αἷς δ᾽ ὥσπερ βιαιοτέρα τις χρῆσις ὥσπερ τῇ χαλκευτικῇ τὴν σφοδροτάτην. διὸ καὶ τοὺς ἄνθρακας τοὺς γεωδεστάτους καὶ πυκνοτάτους λαμβάνουσι, καὶ ἐνίους γε στιπτοὺς ποιοὐσιν ἕνεκα τῆς ἰσχύος, καὶ ἔτι ταῖς φύσαις χρῶνται· σφοδροτέρα γὰρ οὕτως ἡ θερμότης καὶ ἀθροωτέρα συνεκκαίοντος τοῦ πνεύματος.

ἐν τούτῳ δ᾽ οὖν τῷ γένει καὶ ἐκεῖνο τὸ ἀπορούμενον ὅτι ὁ μὲν ἥλιος μελαίνει τὴν σάρκα, τὸ δὲ πῦρ οὕ. συμβαίνει γὰρ τὴν μὲν τοῦ ἡλίου θερμότητα λεπτὴν οὖσαν καὶ μαλακὴν εἰσάγεσθαι κατὰ μικρὸν εἰς τοὺς πόρους καὶ ὥσπερ ἀναθυμιᾷν καὶ ἐπικαίειν τὰ ἐπιπολῆς, διὸ καὶ ἄλυπος ὥστε ὑπομένειν· τὴν δὲ τοῦ πυρὸς παχυτέραν καὶ σφοὑροτέραν οὖσαν διαθερμαίνουσαν μᾶλλον παραχρῆμα μὲν ἀνιόντος τοῦ αἵματος ποιεῖν εὔχροιαν, ὕστερον δ᾽ οὐ διαμένειν· οὐ μὴν ἀλλ᾽ ἐάν τις τούτῳ σφοδρότερον χρήσηται καὶ κατακαύσῃ μελαίνει· μέλανα γὰρ τὰ

πυρίκαυστα καὶ ὅλως τὰ κατακαιόμενα.

διὸ καὶ αἱ φλυκτίδες ἔχουσιν ἐνιαχοῦ τοιαύτην τινὰ χρόαν ὥσπερ ἀποσβεννυμένου τοῦ πυρὸς καθάπερ ἐν τοῖς ἄνθραξιν· οὐδὲν γὰρ μέλαν ἄνευ ὑγρότητος, ἀλλ᾽ ὅταν ἐκικαυθῇ πάντα λευκὰ καὶ τεφρώδη καθάπερ καὶ τὰ ὀστᾶ. τὸ δ᾽ ἐπὶ τοῦ κεράμου λεγόμενον, ὅτι μελαίνει τὸ πῦρ τὴν σάρκα μὴ μελαῖνον, ἢ οὐκ ἀληθὲς ἢ οὐχ ὅμοιον μίξει γάρ τινι μελαίνει τὴν ἄσβολον καὶ τὸν καπνὸν ἀναφέρον τὸν κέραμον ὥσπερ καὶ τὰ ξύλα καὶ τοὺς τοίχους· ἐπεὶ καὶ τοὺς ἄνθρακας τρόπον τινὰ παραπλησίως. ἐγκαταδύεται γὰρ ὁ καπνὸς ἀναφέρων πολὺ γεῶδες· ἅμα δὲ καὶ ἡ ὑγρότης οὐ πᾶσα ἐκκαίεται διὰ τὸ μὴ ἰοῦσθαι. καὶ διὰ τοῦτο βαρύτεροι τῶν ἄλλων εἰσίν· ἀναφερομένης γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἕλκεται τῇ πνοῇ καὶ εἰσδύεται πόρρω. διὸ καὶ βαρύνει τὰς κεφαλὰς καὶ ὅλα τὰ σώματα. τούτων μὲν οὖν ταύτας τὰς αἰτίας