On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Ὅτι δ᾽ ἀπὸ μὲν τοῦ ἡλίου φως ἅπτουσι τῇ ἀνακλάσει ἀπὸ τῶν λείων τί τὸ ἄπορον — συμμιγνύουσι δὲ τὸ ὑπέκκαυμα — ἀπὸ δὲ τοῦ πυρὸς οὐχ ἅπτουσι αἴτιον ἥ τε λεπτομέρεια καὶ ὅτι συνεχὲς γίγνεται μᾶλλον ἀνακλώμενον, τὸ δ᾽ ἀδυνατεῖ διὰ τὴν ἀνομοιότητα. ὥστε τὸ μὲν τῷ ἀθροισμῷ καὶ τῇ λεπτότητι διαδυόμενον εἰς τὸ ἔκκαυμα δύναται καίειν τὸ δ᾽ οὐδέτερον ἔχον οὐ δύναται. ἐξάπτεται δὲ ἀπό τε τῆς ὑέλου καὶ ἀπὸ τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου τρόπον τινα ἐργασθέντων, οὐχ, ὥσπερ Γοργίας φησὶ καὶ ἄλλοι δέ τινες οἴονται, διὰ τὸ ἀπιέναι τὸ πῦρ διὰ τῶν πόρων.

οἱ δ᾽ ἐρριγότες κατὰ μικρὸν διαθερμαίνονται καὶ οἱ λουόμενοι χλιαρῷ καταχέονται πρῶτον ὅπως εἰσδυόμενον διαχέῃ. τὸ γὰρ ἄγαν θερμὸν ἀθρόως συνέκλεισε τοὺς πόρους, καὶ τὸ μὲν ἀντιπεριστὰν καὶ συνθλίψαν φρίκην ἐποίησε τὸ δ᾽ ἐκώλυσεν ἐξελθεῖν· ὥστε μὴ πεπαῦσθαι τὸ ῥιγοῦν ἀλλὰ τὸ μὲν περικεκαῦσθαι τὸ δὲ κατέψυχθαι καθάπερ καὶ ἐπὶ τῶν κακῶς ὀπτωμένων· καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἔξω καίεται τὰ δ᾽ ἐντὸς ὠμὰ, πυκνουμένων καὶ οὐ διιέντων τῶν πόρων. διὸ καὶ μαλακότητα καὶ συμμετρίαν τινὰ ζητοῦσι πρὸς τὴν ὄπτησιν καὶ ἐργωδέστερόν φασι τὸ καλῶς ὀπτῆσαι καὶ μᾶλλον τέχνης ἢ τὸ ἑψῆσαι.

οἱ δ᾽ ἄνθρακες γίνονται μὲν μέλανες ὅτι ἐγκατακέκλεισται ὁ καπνὸς ἐν αὐτοῖς, ὃς μέλας ὢν φύσει καθάπερ βάπτει. διὸ μελάντατοι οἱ σκευαστοί· καίουσι γὰρ οὕτως ὥστε ἀποσβέννυσθαι θυμιῶντες καὶ κατὰ μικρὸν διδόντες ἀναπνοήν· ἐὰν γὰρ ἐκφλογωθῇ κατακαίει καὶ διαλλάττει εἰς τέφραν. ὁ δὲ καπνὸς μέλας ὅτι σύγκειται ἐξ ὑγροῦ διαλυομένου

εἰς πνεῦμα καὶ γῆν καὶ τοῦ πνεύματος ὄντος μέλανος· ὁ γὰρ ἀὴρ φύσει μέλας. ἕως μὲν οὐν ἂν ἔχωσι πῦρ ἐρυθροὶ φαίνονται· διὰ γὰρ τοῦ μέλανος τὸ λευκὸν φαίνεται φοινικοῦν ὥσπερ ὁ ἥλιος διὰ καπνοῦ καὶ ἀχλύος· διὸ καὶ ὁ ἄνθραξ τῆς φλογὸς ἐρυθρότερος λεπτότερος γὰρ ὁ ἀποκρινόμενος καπνὸς ἐνυπάρχοντος ἔτι τοῦ γεώδους τῷ ξύλῳ.

διὸ καὶ ἧττον οὗτος εὐδίοπτος, ἐπεὶ καὶ αὐτῆς τῆς φλογὸς ἡ μᾶλλον καπνώδης καὶ τῶν χλωρῶν ἐρυθρὰ ξύλων. ὅταν δ᾽ ἀποσβεσθῶσι πνίξει συγκατακλειομένου καὶ ἐναποσβεννυμένου τοῦ καπνοῦ, μέλανες γίνονται διὰ τὴν λεχθεῖσαν αἰτίαν. τὰ δ᾽ ἐκκρίματα μάλιστα διαδύνει ὅτι ἐναπολαμβάνεται τὸ πνεῦμα τοῦ πυρός· πνευματῶδες γὰρ μάλιστα τὸ πῦρ. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται μέχρι γε τοῦ νῦν. ἀκριβέστερον δὲ πάλιν ἐν ἄλλοις ἐροῦμεν περὶ αὐτῶν.