On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει δυνάμεις τῶν ἁπλῶν. ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καὶ γῆ τὰς εἰς ἄλληλα μόνον ποιοῦνται μεταβολὰς φυσικὰς, αὐτὸ δὲ αὑτοῦ γεννητικὸν οὐδὲν. τὸ δὲ πῦρ γεννᾷν καὶ φθείρειν πέφυκεν αὑτὸ, γεννᾷν μὲν τὸ ἔλαττον τὸ πλέον, φθείρειν δὲ τὸ πλέον τὸ ἔλαττον. ἔτι δὲ αἱ γενέσεις αὐτοῦ αἱ πλεῖσται καὶ οἷον μετὰ βίας· καὶ γὰρ ἢ πληγῇ τῶν στερεῶν ὥσπερ λίθων, ἢ θλίψει καὶ πιλήσει καθάπερ τῶν πυρείων, καὶ ὅσα ἔχει φορὰς ὥσπερ τῶν πυρουμένων καὶ τηκομένων, ἐκ δ᾽ αὐτοῦ
τοῦ ἀέρος ἐν τοῖς νέφεσι συστροφῇ καὶ θλίψει. βίαιοι γὰρ δὴ αἱ φοραὶ δι᾽ ὧν δὴ οἱ πρηστῆρες καὶ κεραυνοὶ γίνονται. καὶ ὅσους δὴ τρόπους ἄλλους τεθεωρήκαμεν εἴθ᾽ ὑπὲρ γῆς γινομένων εἴτ᾽ ἐπὶ γῆς εἴθ᾽ ὑπὸ γῆς. αἱ γὰρ πολλαὶ δόξαιεν ἂν αὐτῶν μετὰ βίας.

εἰ δ᾽ ἄρα μὴ τοῦτ᾽ ἀλλ᾽ ἐκεῖνό γε φανερὸν ὅτι πλείστας ἔχει γενέσεις, ὧν οὐδεμία τοῖς ἄλλοις ὑπάρχει οὐδ᾽ ὅλως ὁ τρόπος οἰκεῖος, ἀλλὰ πάντων ὥσπερ ἐλέχθη φυσική τις μεταβολὴ καὶ γένεσις. διὸ κἀκείνων μὲν οὐθὲν ἐφ᾽ ἡμῖν ποιεῖν. οὐδὲ γὰρ ὅταν τὸ ὕδωρ ὀρύττωμεν αὐτὸ ποιοῦμεν, ἀλλ᾽ εἰς ἐμφάνειαν ἄγομεν τὸ καταμεμερισμένον ἀθροιζόμενοι.

τοῦτο δὲ φαίνεται οὐ καθ᾽ ἕνα μόνον τρόπον ἀλλὰ κατὰ πλείστους. μεγίστη δὲ αὕτη διαφορὰ δόξειεν ἂν εἶναι. τὰ μὲν γὰρ καθ᾽ αὑτὰ καὶ οὐδὲν ἐν ὑποκειμένῳ, πῦρ δὲ, τό γε τῇ περὶ ἡμᾶς αἰσθήσει φανερὸν, εἴτ᾽ ἀριθμητέον εἰς τὸ αὐτὸ τὸ φῶς εἴτε μὴ ἀριθμητέον· εἰ μὲν γὰρ καὶ τὸ φῶς φανερὸν ὡς ἐν ἀέρι γε τοῦτο καὶ ὕδατι, εἰ δὲ μὴ τό γε πῦρ τῆς φλογὸς καὶ τοῦ ἄνθρακος ἐν ὑποκειμένῳ· ἡ μὲν γὰρ καπνὸς κᾳόμενος, ὁ δὲ γεῶδές τι καὶ στερεόν. ὁμοίως δὲ καὶ τὰ ἐν τοῖς μεταρσίοις ἐκπυρούμενα καὶ τὰ ἐν τῇ γῇ· πάντα γὰρ ἢ ἀέρος τοιοὔδε πύρωσις, ἢ ἀέρος ἅμα καὶ ὑγροῦ καὶ γεώδους, ἢ πάντων ἢ τοῖν δυοῖν. ἁπλῶς δ᾽ ἀεὶ καὶ πᾶν καιόμενόν ἐστιν ὥσπερ ἐν γενέσει καὶ τὸ πῦρ ἐν κινήσεως εἴδει καὶ γινόμενον φθείρεταί πως καὶ ἅμα τῷ ὑπολιπεῖν τὸ καυστὸν καὶ αὐτὸ συναπόλλυται.

τοῦτο γὰρ ἦν καὶ τὸ παρὰ τῶν παλαιῶν λεγόμενον ὅτι τροφὴν ἀεὶ ζητεῖ τὸ πῦρ ὡς οὐκ ἐνδεχόμενον αὐτὸ παραμένειν ἄνευ τῆς ὕλης. καὶ ἄτοπον φαίνεται πρῶτον αὐτὸ λέγειν καὶ οἷον ἀρχὴν εἰ μὴ οἷόν τ᾽ εἶναι χωρὶς ὕλης· οὔτε γὰρ ἁπλοῦν οὕτω γε, οὔτε πρότερον τοῦ ὑποκειμένου

καὶ τῆς ὕλης, εἰ μή τις ἐν αὐτῇ τῇ πρώτῃ σφαίρᾳ τοιαύτη φύσις ὥστε ἄμικτον εἶναι θερμότητα καὶ καθαράν. οὕτω δὲ οὐκ ἂν ἔτι καίοι· πυρὸς δὲ αὕτη φύσις. πλὴν εἰ ἄρα γε πλείους καὶ διάφοροι, καὶ ἡ μὲν πρώτη καθαρὰ καὶ ἄμικτος, ἡ δὲ περὶ τὴν τῆς γῆς σφαῖραν μεμιγμένη καὶ ἀεὶ κατὰ γένεσιν. ἡ δ᾽ ἀρχὴ πότερον ἀπ᾽ ἐκείνης αὐτῷ τῆς γενέσεως ἢ ἀπὸ τῶν ὑποκειμένων ὅταν ἐν κινήσει τοιᾷδε καὶ διαθέσει πρὸς ἄλληλα γένηται, καθάπερ ἀρτίως ἐλέγομεν, ἢ ἀπ᾽ ἀμφοῖν;

καὶ γὰρ ἡ κίνησις ἡ τοιάδε καὶ ἀλλοίωσις εἰς τὴν τοῦ θερμοῦ πως ἀνάγεται φύσιν· ὁ γὰρ ἥλιος ὁ ταῦτα πάντα δημιουργῶν. πάλιν δ᾽ ἡ τοῦ ἡλίου φύσις εἰ μὲν τοῦ πυρός τις ἰδέα πλείστην ἄν αὕτη καὶ μεγίστην ἔχοι διαφορὰν ἀρχή τις οὖσα καὶ ἐφ᾽ ἅπαντα ἥκουσα· καὶ γὰρ τὸ φῶς ἀπὸ τούτου καὶ ἡ γόνιμος ἐν τοῖς ζώοις καὶ φυτοῖς θερμότης. ἔτι δὲ ἡ τοῦ γεώδους τούτου καὶ καιομένου πυρὸς δυνατὴ διὰ τούτου γίνεσθαι· πολλοὶ γοῦν καὶ ἐξάπτοντες ὑπολαμβάνουσι τὴν αὐγὴν εἶναι ἀπὸ τοῦ ἡλίου.

εἰ δὲ μή ἐστι πῦρ μηδὲ πυρὸς φῶς αὐτὸ μὲν τοῦτο θαυμαστὸν καὶ λόγου δεῖται· εἰ δὲ μήθ᾽ ὑπὸ τούτου καὶ διὰ τοῦτον ἡ θερμό της ἐκεῖνο γε φανερὸν ὡς ἐν ὑποκειμένῳ τινὶ καὶ τὸ πῦρ καὶ ὁ ἥλιος τὸ θερμόν. ἄτοπον δὲ καὶ τοῦτο πάλιν εἰ ἡ ἀρχὴ καὶ τὸ πρῶτον ἐν ὑποκειμένῳ· τὸ γὰρ θερμὸν καὶ ἡ τούτου δύναμις ἀρχή. κοινότερον γὰρ τοῦτο καὶ ἐπὶ πλείω διήκει καὶ κυριώτερον ἀλλοιώσεως καὶ φυσικῆς γενέσεως. τὸ δὲ πῦρ ὡς εἴρηται γεννητικὸν μὲν αὑτοῦ φθαρτικὸν δὲ ὡς ἐπίπαν τῶν ἄλλων, ὅθεν καὶ δῆλον ὡς ἑτέρα τις ἡ φύσις πυρὸς καὶ θερμοῦ.

πῦρ δὲ λέγομεν ὅταν ἐν τῷ γεώδει καὶ ἀερώδει τῆς ξηρᾶς ἀναθυμιάσεως καυστικὴ γένηται θερμότης ἥνπερ οὐχ οἷόν τε ἐν τοῖς ὑγροῖς ὑπάρχειν πλὴν

ὥσπερ σάρκα λέγομεν καίειν. ἃλλὰ γὰρ ταῦτα ἔοικεν ἐς μείζω τινὰ σκέψιν ἐκφέρειν ἡμὰς τῶν ὑποκειμένων ἣ ζητεῖ τὰς πρώτας αἰτίας.

φαίνεται γὰρ οὕτω λαμβάνουσι τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὥσπερ πάθη τινῶν εἶναι οὐκ ἀρχαὶ καὶ δυνάμεις. ἃμα δὲ καὶ ἡ τῶν ἁπλῶν λεγομένων φύσις μικτή τις καὶ ἐνυπάρχουσα ἀλλήλοις. ὥσπερ γὰρ οὐδὲ τὸ πῦρ ἄνευ ἀέρος ἢ ὑγροῦ τινος καὶ γεώδους εἶναι δυνατὸν οὕτως οὐδὲ τὸ ὑγρὸν ἄνευ πυρὸς οὐδὲ τὴν γῆν ἄνευ ὑγροῦ. σημεῖον δέ· τὸ μὲν γὰρ πήγνυται διὰ τὴν ἔκθλιψιν, ἡ δ᾽ οὐκ ἂν συμμείνειεν ἀπολιπόντος πάντη καὶ πάντως τοῦ ὑγροῦ. διὸ ταῦτα μὲν φαίνεται κοινὰ καὶ δεόμενα διορισμοῦ πῶς ποτὲ χρὴ τὰ ἁπλᾶ λέγειν.

τὰ δὲ τούτων πρότερα μιχθέντα μείζους ἔχει ζητήσεις ὥσπερ εἴπομεν. ἐκεῖνο δ᾽ ἐξ ἀπάντων φανερὸν ὡς ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει καὶ πλείστας δυνάμεις, καθάπερ ἐν ἀρχῇ τῶν λόγων ἐλέχθη. καὶ γὰρ αὐτὸ τὸ πολυειδὲς αὐτοῦ καὶ διειλημμένον ἐν ἅπασι τοῖς τόποις ἰδιότητα μηνύει τῆς φύσεως. οὐδὲν γὰρ δὴ τῶν ἄλλων οὔθ᾽ οὕτω πολυειδὲς οὔτ᾽ ἀνώμαλον ταῖς δυνάμεσιν οὔτ᾽ αὐτῇ τῇ φύσει διάφορον οὔτε διῆκον εἰς πάντας καὶ καταμεμερισμένον τοὺς τόπους. ἀφέντας γοῦν τὰ μείζω καὶ τὰ πρότερα πειρατέον ὑπὲρ τῶν ἐλαττόνων λέγειν ἀρξαμένους ἀπὸ τῆς γενέσεως ὑφ᾽ αὑτοῦ καὶ φθορᾶς· ἣν ὑφ᾽ αὑτοῦ ποιεῖται