On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἴδιον δ᾽ ἐπὶ τῆς ἐλάας τὸ συμβαῖνον

εἴπερ ἀληθές· λέγουσι γὰρ ὡς οὐδὲν πλεῖον ἴσχει τοὔλαιον μετ᾽ Ἀρκτοῦρον ἢ ὅσον λαμβάνει τοῦ θέρους· ἅμα δὲ καὶ ὁ πυρὴν τότε γίνεται σκληρὸς μεθ᾽ ὃν οὐκέτι δύνανται τὸ ὑγρὸν ἐξελαιοῦν. ὥστ᾽ εἰ μὲν τῷ φυσικῷ δεῖ πάθει καὶ συμπτώματι τὸν ὅρον λαμβάνειν τῷ πυρῆνι ληπτέον, εἰ δὲ τῇ ὥρᾳ τῇ τοῦ ἄστρου δύσει. τάχα δ᾽ ἄμφω συμβαίνει διὰ τὴν αὐτὴν αἰτίαν τοῦ μὲν οἷον πεττομένου ---

διαμφισβητοῦσι δέ τινες τῷ εἰκότι προσάγοντες ὡς ἄτοπον τὸ μηδὲν πληθύεσθαι τῆς τροφῆς καὶ ὑδάτων ἐπιγινομένων καὶ τῇ αἰσθήσει· φανερὸν γὰρ εἶναι καὶ τῇ πιείρᾳ· λευκὰς γὰρ τριβομένας ἔλαττον ἀφιέναι· πασῶν γὰρ ἄριστα ῥεῖν τὰς ἐσχάτας συλλεγομένας καὶ κεχειμασμένας τε μάλιστα καὶ τετελεωμένας· διὰ γὰρ τὴν τελέωσιν καὶ διὰ τὸ κεχειμάσθαι τοῦ ὑδατώδους ἀφῃρημένου τὸ λοιπὸν ἐκπέττεσθαι μᾶλλον· ὁ μὲν οὖν λόγος ὁ ἀντιλεγόμενος οὗτος.

ἐνδέχεσθαι δὲ δοκεῖ καὶ φαίνεσθαι πλεῖον διὰ τὸ ὑδατῶδες καὶ τὴν ἀμόργην· ἐπεὶ ὅτι γε ἔχουσι τὸ ἔλαιον πρὸ τοῦ μελανθῆναι φανερὸν καὶ ὅτι καθαρώτερον καὶ λευκότερον· ἐκ γὰρ τῶν φαυλίων ὠμῶν τὸ λευκόν· τὸ δ᾽ ἐμφαίνειν τινὰ πικρότητα τῶν λευκῶν θλιβομένων οὐδὲν ἄτοπον εἰ ὕστερον ἐκπεφθεῖσα παύεται. τοῦτο γὰρ οὐκ ὀλιγότητος καὶ πλήθους σημεῖον ἀλλ᾽ ὅτι συναπολαύει τι τοῦ πέριξ ὁ χυλὸς ὥσπερ καὶ τῶν ἀγγείων. ὅτι δὲ οὐκ ἀναμένει τὴν τοῦ περικαρπίου πέψιν φανερόν· ῥεῖ γὰρ ἐκ τῶν λευκῶν. ὥστε οὐδὲ δυνάμει καὶ ἐνεργείᾳ διαιρεῖν ἐστιν ὅτι τὴν ὕλην ἐξ ἧς μέλλει πρότερον ἔχει.

τίς οὖν ἡ αἰτία καὶ τίς ὁ τρόπος εἴπερ ἀληθὲς ἢ ἁπλῶς ἢ ὡς βραχεῖ τινι πλέον; ἀμφότερα γὰρ ἄλογα μεῖζον δὲ θάτερον. ἢ πρῶτον μὲν οὐχ ἡ αὐτὴ πέψις τοῦ τε χυλοῦ καὶ τοῦ περικαρπίου πρὸς ἐδωδήν· τὸ μὲν γὰρ δεῖ προσφιλὲς εἶναι τῇ γεύσει τοῦτο δ᾽ ἐν ἀλλοιώσει τοῦ γεώδους, ὡς δ᾽

ἔνιοί φασι σήψει, καὶ γὰρ ἡ δρυπεπὴς ἐν σήψει· τὸ δ᾽ ἔλαιον αὐτῇ τῇ τοῦ χυλοῦ μεταβολῇ· τοῦτο δ᾽ ὅσῳ χαλεπώτερον οὐκ ἄλογον ὑπὸ τοῦ πλείονος θερμοῦ δημιουργεῖσθαι καὶ εὐθὺς ἀναπομίκτῳ χυλῷ τῷ γεώδει καὶ ὑδατώδει.

πρὸς Ἀρκτοῦρον μὲν οὖν ἄμφω ταῦτ᾽ ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. μετ᾽ Ἀρκτοῦρον δ᾽ ἐναντίως· αὔξεται γὰρ ἡ σάρξ τότε καὶ τελεοῦται. ὅτι δ᾽ οὐκ ἐν πλήθει τροφῆς οὐδ’ ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον αἵ τ᾽ ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σάρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλιγοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως κεκμηκυίας.

οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν. ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις ἔχει χυλὸν ἡ ἐλάα δ᾽ οὔ. αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις τοῦ βότρυος δ᾽ ὁ χυλὸς ἐν αὐτῇ τῇ σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι δὲ δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ᾽ ἀδύνατον.

τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται τὸ δ᾽ ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέλαιόν ἐστι θάτερον δ᾽ ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν᾽ ὑποληπτέον τὴν αἰτίαν. περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν περὶ τούτου συμφωνεῖται

ἐκ πάντων.

εἰ δ᾽ ἔνια κατ᾽ ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπαρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν εἰ χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει καθάπερ ἐλέχθη τὴν δ᾽ ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀπογινομένου τοῦ λιπαροῦ δὲ ξυνισταμένου καὶ πεττομένου. τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερμὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν.