On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἐπεὶ δὲ τὰ μὲν ἥμερα τὰ δ᾽ ἄγρια τῶν ἀόσμων οὐκ ἀκολουθεῖ κατὰ τὸ γένος ἀλλ᾽ ἔνθα μὲν

εὔοσμον τὸ ἥμερον καθάπερ τὸ ῥόδον ἔνθα δὲ τὸ ἄγριον ὥσπερ ἴον τὸ μέλαν καὶ ὁ κρόκος. ὁ δὲ ἕρπυλλος καὶ τὸ ἑλένιον δριμύτερα καθάπερ καὶ τῶν λαχανωδῶν τὸ πήγανον. αἴτιον δὲ ὡς μὲν εἰπεῖν καθόλου τὸ καὶ πρότερον λεχθὲν ὅτι τὴν συμμετρίαν ἑκάτερα λαμβάνει δι᾽ ἑκατέρου τῆς ὑγρότητος καὶ ξηρότητος ἐξ ὧν αἱ ὀσμαί.

ὡς δὲ καθ᾽ ἕκαστα φανερὸν ἐπισκοποῦσι. τὸ μὲν γὰρ ἴον τό γε μέλαν καὶ ὁ κρόκος οὔτε πολλῆς δεῖται τροφῆς ἐξ αὑτῶν θ᾽ ἱκανήν --- κεφαλόρριζα γὰρ ὥστ᾽ ἐν τοῖς ἡμέροις ἡ πλείων ἀπεπτοτέρα. διὰ τοῦτο γὰρ καὶ τοῖς μὲν τέφραν περιβάλλουσι τοῖς δ᾽ ἐπιπάττουσι. τὸ δὲ ῥόδον καὶ ὁ ἕρπυλλος καὶ ὅσα ὅμοια τούτοις ἄγρια μὲν ὄντα ξηρότερα τοῦ συμμέτρου γίνεται δι᾽ ὃ τὸ μὲν ῥόδον ἀσθενὲς οἷόν τι ἄοδμον καὶ ἄνικμον ὄν· οὐδὲ γὰρ τὸ ἴον τὸ λευκὸν ἐν ταῖς ἄγαν ξηραῖς καὶ λεπταῖς εὔοσμον οὐδ᾽ ὅπου θερμὸς σφόδρα καὶ ἔμπυρος ὁ ἀήρ· ἀναξηραίνει γάρ.

ὁ δ᾽ ἕρπυλλος καὶ τὸ ἑλένιον καὶ τἆλλα τὰ τοιαῦτα διὰ τὴν ξηρότητα δριμείας ἄγαν ἴσχει καὶ σκληρὰς τὰς ὀδμὰς ἡμερούμενα δὲ μαλακωτέρας. ἡ δὲ συμμετρία δι᾽ ὅτι καὶ πέψιν ποιεῖ φανερόν. ἐπεὶ καὶ τῶν εὐωδῶν ὀσμαὶ πρὸς τῇ τοῦ ἐδάφους καὶ τὴν τοῦ ἀέρος εὐκρασίαν ἀπαιτοῦσιν ὥστ᾽ ἀναμίγνυσθαι μήτε κωλύεσθαι μήθ᾽ ὑφ᾽ ἑνός.

ἔοικε γὰρ τοιοῦτόν τι συμβαίνειν καὶ περὶ τὰ ἴχνη τῶν λαγῶν ὧν καὶ ἀρτίως ἐμνήσθημεν. οὔτε γὰρ θέρους εὔοσμα οὔτε χειμῶνος οὔτε ἦρος ἀλλὰ μάλιστα τοῦ φθινοπώρου. χειμῶνος μὲν γὰρ ὑγρὰ θέρους δ᾽ αὖ ξηρανθέντα δι᾽ ὃ καὶ μεσημβρίας χείριστα· τοῦ δ᾽ ἦρος αἱ τῶν ἀνθῶν ὀσμαὶ παρενοχλοῦσι· τὸ δὲ μετόπωρον σύμμετρον ἔχει πρὸς ἅπαντα τὴν κρᾶσιν. περὶ μὲν οὖν ὀσμῶν καὶ χυλῶν τῶν ἐν τοῖς φυτοῖς καὶ καρποῖς ἐκ τούτων θεωρητέον. ὅσα δ᾽ ἤδη κατὰ τὰς μίξεις καὶ τὰ πάθη πρὸς ἄλληλα καὶ τὰς δυνάμεις ταῦτα καθ᾽ αὑτὰ λεκτέον.