On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τάχα δ᾽ ἂν δόξειεν ὥσπερ ἐλέχθη καὶ οὗτος ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων ὁ οὕτως ἀποδιδοὺς οἴεται τὰς αἰτίας ἀποδιδόναι δι᾽ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾷ. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε παρὰ τούτων ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποιόν τι· δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν ἀλλὰ καὶ τὸ πάσχον ἄλλως τ᾽ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς ὁμοίως φαίνεται καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.

δῆλον γὰρ ὡς ἐν τῷ αἰσθητηρίῳ τίς ἐστιν ἑτέρα διάθεσις. ἐπεὶ τό γε τοῦ χυμοῦ σχῆμα ταὐτὸ καὶ ἐν ἄλλῳ ἔοικεν οὐ ταὐτὸ δύνασθαι πανταχοῦ ποιεῖν. εἰ δὲ τοῦτο ἀληθὲς δεῖ τι ἀνομοιότητος εἶναι τῶν ὑποκειμένων δι᾽ ὃ δὴ καὶ λεκτέον ὑπὲρ αὐτῶν. ἅμα δὲ κἀκεῖνο φανερὸν ὡς οὐ μία τις δύναμις τοῦ αὐτοῦ σχήματος εἴ γε τἀναντία πέφυκε ποιεῖν ἐν ἄλλῳ καὶ ἄλλῳ· τὸ μὲν γὰρ μὴ πάντα πρὸς τὴν αὑτοῦ δύναμιν ἄγειν οὐχ ὁμοίως ἄτοπον ὥσπερ οὐδὲ τὸ

πῦρ κάειν. εἰ δὲ καὶ ἐναντίως ἔνια διατίθεται τοῦτο πλείονος λόγου δεῖται. καίτοι κἀκείνου δεῖ τινα λέγειν αἰτίαν.

ἐπὶ γοῦν τοῦ πυρὸς ὅσα μὴ δύναται κάειν ἢ τὸ ὕδωρ ὑγραίνειν ἔστι τις αἰτία καὶ λόγος· εἰ δὲ καὶ τοὐναντίον ἑκάτερον ἐποίει μᾶλλον ἂν ἐδεῖτο καὶ πλειόνων· τούτοις μὲν οὖν ὑπὲρ ἁπάντων τούτων λεκτέον· τοῖς δὲ κατὰ τὰς δυνάμεις ἐκεῖνο μόνον ἀναγκαῖον ποῖόν τι τῶν αἰσθητηρίων ἕκαστον. δεῖ γὰρ εἰδέναι καὶ τὴν τούτων φύσιν καὶ διάθεσιν ἐπείπερ οὐχ ὁτιοῦν μόριον αἰσθητικὸν, ἴσως δὲ καὶ ὅταν ἐκ πλειόνων ἕν τι γένηται τὴν ἐκ θατέρου δύναμιν καὶ οὐσίαν οὐ δεῖ λανθάνειν. ἄτοπον δὲ κἀκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἡ τῶν ὁμοίων διαφορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν·

οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὄγκων αἱ δυνάμεις --- οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἁπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ᾽ ἄν τις ἀποδοίη εἰς δὲ τὸ μὴ ταὐτὸ δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον· ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις· εἰ γὰρ ὁμοιοσχήματα ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. τὸ γὰρ τρίγωνον τὸ ποδιαῖον καὶ τὸ μυριόπουν ὁμοίως δυσὶν ὀρθαῖς καὶ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς. καὶ ταῦτα μὲν καὶ κατὰ τὸ ποσὸν διάφορα· τὰ δὲ λόγῳ μὲν ὄντα τὰ αὐτὰ οἷον ἡ ἀσυμμετρία τῆς διαμέτρου τὸ δὲ ποσὸν διάφορον· ὥστ᾽ εἰ ἐκ τούτων ἢ ἀπὸ τούτων ἐγίνετο τὸ μὲν ποσὸν διάφορον ἂν ἦν τῷ δ᾽ εἴδει ἀδιάφορον. ἀλλὰ γὰρ αἱ μὲν κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς δυνάμεις πλείω καὶ περὶ πλειόνων ἔχουσιν ἀπορίαν.