On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀποστάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. τὸ δ᾽ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ᾽ ὄντων ὅτι συναπορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ παχύτερα εἶναι. καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ᾽ ἰσχυροτέρων ἐνίαις αἱ μίξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον καὶ τῇ σμύρνῃ·

δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι καταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα

γίνεται. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. ἔνιοι γὰρ δέονται μίξεως πρὸς εὐστομίαν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ᾽ ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον.

ὡς δ᾽ ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ᾽ ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, ὅπερ καὶ καθ᾽ ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλουμένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ᾽ ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν.

οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι᾽ ἔνδειαν θερμότητος. οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων γὰρ ἡ ὑγρότης ὥστ᾽ ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος.

ἐν δὲ τοῖς ψύχεσι καὶ πάγοις ἀμβλύτεροι καὶ οἱ χυλοὶ καὶ αἱ ὀσμαὶ διὰ τὴν πῆξιν· πεπηγότα γὰρ οὐ διαδίδωσιν. ἅμα δὲ καὶ ἀφανίζεταί πως ὑπὸ τοῦ ψύχους κατακρατοῦντος μᾶλλον κἀκεῖνα καὶ ἡ αἴσθησις· ἀμφότερα γὰρ ἐξίστησιν ἐκεῖνα δὲ μᾶλλον. ἐπεὶ καὶ τῶν καρπῶν ἐξαιρεῖται τὴν γλυκύτητα διατμίζον τῇ πήξει καὶ ἐξαεροῦν. ὡσαύτως δὲ καὶ ἡ τῶν καυμάτων ὑπερβολὴ τοὺς χυλοὺς λυμαίνεται· τὰ μὲν γὰρ κατακάει τὰ δὲ οὐ πέττει τὰ δ᾽ ὥσπερ σήπει καὶ διυγραίνει καθάπερ καὶ ἐπὶ τῶν συκῶν ἐλέχθη· τὰς δ᾽ ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ.

τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. πολλὰς δὲ καὶ φθείρει· τὰς δ᾽ ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμένας

τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνεσθαι. τὸ δ᾽ ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς τοιούτοις ὑετοῖς. διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν.

ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. καὶ γὰρ τὸ περὶ τὴν ἴριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάντως ἀλλ᾽ ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ᾽ ἴσως καθ᾽ αὑτὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατάμιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξηρότητα. δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως.

ὅλως δὲ καὶ ἐν ἄλλοις ἡ πύρωσις καὶ ἡ κατάμιξις τῶν πεπυρωμένων ποιεῖ τινας εὐωδίας καὶ τὸ ὅλον ὀσμὰς ἐὰν ἔχῃ τὸ σύμμετρον. ἐπεὶ καὶ τὰ θυμιάματα ταῦτα πυρωθέντα ἀνίει εὐωδίας μαλακῇ δὲ καὶ οὐ κατακαιούσῃ· τὸ γὰρ σύμμετρον οὕτω πρὸς ὀσμὴν ἐκείνως δὲ φθορά.

πάρεγγυς δὲ καὶ ταὐτό πως τούτῳ εἰ ἔστι μὲν τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων εὔοσμα πολλὰ ζῶον δὲ οὐδὲν εἰ μὴ τὴν πάρδαλίν φασι καθάπερ ἐλέχθη τοῖς θηρίοις. τὰ μὲν γὰρ θερμὰ καὶ ξηρὰ τὴν φύσιν ὥστε λεπτοτέρα καὶ καθαρωτέρα τις ἡ αὐτῶν ἀποπνοὴ, τὰ δ᾽ ἐν ὑγρότητι πλείονι καὶ ὑλωδεστέρᾳ δι᾽ ὃ καὶ ἡ ἀποπνοὴ τοιαύτη καὶ ὅλως ἡ τροφὴ τῶν μὲν ἁπλῆ καὶ ἀπερίττωτος τῶν δὲ ποικίλη καὶ περιττωματική.

συμβάλλεται δέ τι καὶ τοῦτο πρὸς εὐοσμίαν ὅταν ἡ φύσις ἅμα προϋπάρχῃ ποιά τις, ἀρχὴ γὰρ αὕτη καὶ πρῶτον· ἐπεὶ οὐδὲ τὰ δένδρα πάντα

εὐώδη διὰ τὸ μὴ τὰς ὁμοίας ἔχειν κράσεις. τάχα δὲ καὶ ἡμῖν οὐκ ἔνδηλον ἐκ τῶν ζώων τὸ εὔοσμον διὰ τὸ χειρίστην εἶναι τὴν ὄσφρησιν· ἐπεὶ τά γ᾽ ἄλλα καὶ πόρρωθεν αἰσθάνεται καὶ τὸ σύνεγγυς ἀκριβέστερον· ἢ καὶ τὰ μὲν ἴσως αὐτοῖς εὐώδη τὰ δὲ καὶ ἀηδῆ πάντα φαίνεται καθάπερ καὶ ἡμῖν ἕτερα ἑτέρων μᾶλλον ἔνια δὲ καὶ ὅλως φεύγομεν.

ἀλλ᾽ ἐκεῖνο ἄτοπον ὃ καὶ πρότερον εἴπομεν εἰ τὸ ἡμῖν κακῶδες καὶ ἄοσμον ἐκείνοις εὔοσμον γίνεται· τάχα δ᾽ οὐκ ἄτοπον. ὁρῶμεν δ᾽ οὖν τοῦτο καὶ ἐφ᾽ ἑτέροις συμβαῖνον οἷον ἐν αὐταῖς εὐθὺ ταῖς τροφαῖς ὧν μάλιστ᾽ ἄν τις αἰτιάσαιτο τὰς κράσεις ἀνωμαλεῖς γε οὔσας. ἐπεὶ τά γε σχήματα Δημοκρίτου καθάπερ ἐλέχθη τεταγμένα ἔχοντα τὰς μορφὰς τεταγμένα καὶ τὰ πάθη καὶ --- ἐχρῆν ποιεῖν. ἀλλὰ ταῦτα μὲν οὕτω λεκτέον.

ὃ δὲ καὶ μικρῷ πρότερον ἐλέχθη καὶ νῦν πάλιν εἴπωμεν ὅτι καὶ ἡ εὐοσμία καὶ ἡ εὐχυμία ζητεῖ τινα καὶ χώρας καὶ ἀέρος ποιότητα καὶ τροφῆς. δεῖ γὰρ μήτε ὑπερβάλλειν μήτ᾽ ἐλλείπειν μήτε ἀλλοτρίαν εἶναι τοῖς ὑποκειμένοις τὴν τροφὴν ὡς τὸ μὲν πλῆθος κωλύει τὴν πέψιν τὸ δ᾽ ἐνδεὲς οἷον ὕλην οὐκ ἔχει τὸ δὲ μὴ οἰκεῖον οὐ ποιεῖ τὸ τῆς φύσεως. τοῦτο δὲ μάλιστα ἐν τῷ ποιόν τι τὸ ἔδαφος εἶναι καὶ τὸν ἀέρα καὶ τὴν θερμότητα τοῦ ἡλίου· ταῦτα γάρ ἐστι τὰ τὰς τροφὰς καὶ τὰς πέψεις οἵας δεῖ ποιοῦντα. πρὸς ἑτέρους δὲ καρποὺς καὶ χυλοὺς ἑτέρα καὶ διάφορος.

ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον ἐκ πολλῶν φανερόν. ἄλλα γὰρ ἐν ἄλλῃ χώρᾳ καὶ εὔοσμα καὶ εὔχυλα καὶ κάρπιμα καὶ ἄκαρπα καὶ βλαστητικὰ καὶ ἀβλαστῆ. καὶ γὰρ ἂν ταῦθ᾽ ὑπὸ τὴν αἰτίαν τὴν αὐτὴν πίπτοι περὶ ὧν οὐδὲν ἕτερον ἄν τις αἰτιάσαιτο παρὰ τὴν ἐκ τοῦ ἀέρος κρᾶσιν καὶ τὴν ἐκ τοῦ ἐδάφους τροφήν. καὶ γὰρ τὰ κωλύοντα καὶ αὔξοντα ταῦτα καὶ τὰ τὴν πέψιν ποιοῦντα καὶ εὐχυλίαν. ἐπεὶ δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ χυλοὶ πολυειδεῖς

διὰ τοῦτ᾽ οὐ μία κρᾶσις οὐδὲ μία τροφὴ πᾶσι πρόσφορος ἀλλ᾽ ἑκάστοις ἡ πρὸς τὴν ἰδίαν φύσιν.