On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τῶν δὲ γλυκέων οὐδεὶς ὡς εἰπεῖν ἢ ἐπὶ μικρόν· ἐπεὶ καὶ τὰ μῆλα τὰ γλυκέα πάντων ἥκιστα εὔοσμα καὶ ὅσῳ ἂν γλυκύτερα ἧττον· ἅμα δὲ καὶ ταῦτ᾽ ἔχει πως οἰνώδη τὸν χυλόν· αἴτιον δ᾽ ὅτι παχύτερος καὶ γεωδέστερος ὁ γλυκὺς χυλὸς ἄλλως τε καὶ ἐν τῷ περικαρπίῳ μεμιγμένος. ἡ δὲ ὀσμὴ λεπτοτέρου καὶ ξηροτέρου καὶ διαπνεομένων μᾶλλόν ἐστιν ὑπὲρ ὧν καὶ ὕστερον διασαφητέον.

ἀλλ᾽ ὡς ἐπὶ κεφαλαίων ἐν τούτοις τοῖς γένεσιν ἡ εὐοσμία. τῶν δὲ φύλλων καὶ κλωνῶν καὶ ὅλως τῶν δένδρων καὶ ὑλημάτων ἐν οἷς καὶ δριμύτης τις ὑπάρχει καὶ λιπαρότης ὥσπερ ἀμέλει καὶ οἱ προειρημένοι καρποὶ καὶ ἐπὶ τῶν οἰνωδῶν ἐνίων· ὁ γὰρ τοῦ μυρρίνου καρπὸς εὐώδης, εὔοσμος δὲ καὶ αὐτὴ καὶ εἴ τις ἄλλη τοιαύτην ἔχει δριμύτητα εἴτε λιπαροῦ τινος εἴτ᾽ οἰνώδους εἴτε καὶ ἄλλου χυλοῦ κατὰ τοὺς καρπούς.

ὁμοίως δὲ καὶ

ἐπὶ τῶν στεφανωμάτων οἷον ἑρπύλλου σισυμβρίου καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ λαχάνων οἷον πηγάνου σελίνου μίνθης τό τε ξηρὸν καὶ δριμὺ καὶ στυπτικόν πως ἔνδηλον οὐκ ἐπὶ τοῖς καρποῖς οὐδ᾽ ἐν τοῖς ἄλλοις ἐχόντων τὴν ὑγρότητα τοιαύτην. ἐν ἅπασι δ᾽ ἐνυπάρχει καὶ τούτοις τὸ κατὰ τὸν διωρισμὸν τοῖς εὐώδεσιν ὥστε τὸ ἔγχυλον ξηρῷ ἀπομιγνύμενον ἐμφαίνειν τινὰ δύναμιν.

εὐοσμότερα δὲ καὶ ἡδίω καὶ ὅλα καὶ κατὰ μέρος ἐν τοῖς εὔπνοις καὶ ξηροῖς τόποις ἀφῃρημένου τοῦ ὑδατώδους καὶ τοῦ καταλοίπου πεπεμμένου μᾶλλον. ὡς γὰρ ἁπλῶς εἰπεῖν ἡ ξηρότης οἰκειοτέρα ταῖς ὀσμαῖς καὶ μᾶλλον ἐνταῦθ᾽ ἀποκλίνει πάντα· σημεῖον δὲ καὶ τὸ ἐν ταῖς θερμοτέραις χώραις πλείω γίνεσθαι καὶ μᾶλλον τὰ εὔοσμα· πεπεμμένα γὰρ δῆλον ὅτι μᾶλλον· καὶ ἔνια ξηραινόμενα ὄζει, χλωρὰ δ᾽ οὐκ ὄζει καθάπερ ὁ κάλαμος καὶ ὁ σχοῖνος, τὰ δὲ καὶ μᾶλλον ὄζει ξηρανθέντα καθάπερ ἴρις καὶ ὁ μελίλωτος· οὗτος δὲ καὶ οἴνῳ ῥανθεὶς εὐοσμότερος.