On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ᾽ ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰτίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν ὡς ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα καὶ ξηρὸν ὡσαύτως, ἔτι δ᾽ ὡς ἡ οὐσία μᾶλλον ἐφ᾽ ἑκάτερα ῥέπει. καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ᾽ ἐστί· τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ᾽ ἐν ταῖς ῥίζαις ἔχει μᾶλλον. οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ᾽ ἄττα πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις.

οἷς δ᾽ ἐνυπάρχει δριμύτης ἢ καὶ ἄλλη τις τοιαύτη δύναμις ἐν ταῖς ῥίζαις γίνεται μᾶλλον ὥσπερ τοῖς κρομύοις καὶ τοῖς σκόρδοις καὶ ταῖς σκίλλαις· τοῦτο δ᾽ εὐλόγως ἐνταῦθα τῆς φύσεως ὡρμηκυίας μᾶλλον· ἀκολουθοῦσι γὰρ ταύτῃ καὶ αἱ δυνάμεις ὃ καὶ ἐπὶ τῶν φαρμακωδῶν ἐστὶ σχεδὸν τῶν

πλείστων. αἱ γὰρ ῥίζαι φαρμακωδέστεραι καὶ μᾶλλον ἔχουσι τὴν δύναμιν· ἡ δ᾽ αἰτία ἐν δυοῖν ἐκείνοιν ἅπερ εἴρηται τῷ τε μὴ κάθυγρα καὶ τῷ μὴ κατάξηρα γίνεσθαι. τὰ μὲν γὰρ οὐκ ἔχει πέψιν διὰ τὸ πλῆθος τὰ δ᾽ οἷον ὕλην εἰς τὴν πέψιν διὰ ξηρότητα. πέψις δὲ ἑκάστων ἐστὶν ὥσπερ εἴρηται πρὸς τὴν οἰκείαν φύσιν καὶ δύναμιν.

ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. ὅτι δ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ᾽ οἱ χυμοὶ τυγχάνουσιν οὔθ᾽ αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τινʹ ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.

ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης πεύκης κυπαρίττου πίτυος ἔτι δὲ τῶν ἡμέρων συκῆς. ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ᾽ ἐν τούτοις διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ᾽ ἄοσμα γίνονται. καὶ διαφέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν.

αἴτιον δ᾽ ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ᾽ ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ᾽ ἐκ περιττωματικῆς. εἰσὶ δ᾽ ἐκ βλοσυρωτέρας καὶ σωματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ᾽ ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ᾽ ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν.

ἐπεὶ δ᾽ αὗται διάφοροι καὶ κατὰ χυμοὺς καὶ ἀχυμίας καὶ

ὀσμὰς καὶ ἀοσμίας ἡ δ᾽ ἀναφορὰ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἐν ταύτῃ παραλλαγὴ γίνεται τῶν μερῶν· οὐδὲν γὰρ κωλύει τὴν μὲν ἐν τοῖς φύλλοις κρᾶσιν ἐνίοτε σύμμετρον εἶναι τῇ γεύσει τὴν δ᾽ ἐν τοῖς καρποῖς ἀσύμμετρον καὶ σφοδροτέραν ἢ κατὰ στρυφνότητα καὶ αὐστηρίαν ἢ κατὰ πικρότητα καὶ ἄλλην τινὰ διάθεσιν. ὅπερ φανερὸν καὶ ἐπὶ τῶν λαχάνων ἐστί· τὰ μὲν γὰρ φύλλα σύμμετρα καὶ προσφιλῆ τὰ δὲ σπέρματα δριμέα καὶ πικρότερα καὶ ὅλον ἰσχυρότερα πρὸς τὴν αἴσθησιν ὥστε σχεδὸν ἀνάπαλιν ἔχειν καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου·

τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. ὅπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει εἰ καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ᾽ ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώδης εἴτ᾽ αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρότερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν.

ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμόν, ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ᾽ ἔτι μᾶλλον.

ὅλως δ᾽ ἐν πολλοῖς τοῦτ᾽ ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραινόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαράγων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. σχεδὸν δ᾽ ἐστὶ κοινὸν

τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρότεροι καθ᾽ αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν.

εἰ δέ τις τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων τοιαύτη φύσις ἐστὶν ὥστε τοὺς μὲν καρποὺς ἀμίκτους ποιεῖν ἔχοντας τὴν οἰκείαν δύναμιν καθαρὰν τὰ δὲ φύλλα καὶ ἄλλο τι τῶν μορίων μικτὰ τούτων οὐδὲν κωλύει καθάπερ εἴρηται τὰ μὲν φύλλα βρωτὰ τὸν δὲ καρπὸν ἄβρωτον εἶναι. παραπλήσιον δέ τι τούτοις καὶ ἐπὶ τῶν ῥιζῶν τῶν ἐδωδίμων ἐστὶν ὧν τὰ μὲν φύλλα σχεδὸν ἄβρωτα διὰ τὸ ξηρὰ εἶναι καὶ ἀκανθώδη οἱ δὲ καυλοὶ ἐδώδιμοι αὐταὶ δὲ αἱ ῥίζαι καὶ ἡδεῖαι.

τῶν δ᾽ ἀνάπαλιν τὰ μὲν ἄλλα βρωτὰ καὶ ἔχοντα τιν᾽ ἡδονὴν αἱ ῥίζαι δὲ ἄβρωτοι διὰ τὸ ξυλῶδες ἢ πικρὸν ἢ ὅλως δύσχυμον ἢ ἄχυμον· διαφορὰ δὲ οὐ μικρὰ καὶ διὰ τὰς φύσεις τῶν ζώων· τὰ μὲν γὰρ ἡμῖν ἄχυμα τοῖς ἄλλοις ἔγχυμα φαίνεται διὰ τὴν ἰσχὺν καὶ τὴν κατεργασίαν· ἄλλα δὲ ἄλλοις κἀκείνων προσφιλῆ καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς διαθέσεις.

χαίρει γὰρ τὰ μὲν τοῖς ἁπαλοῖς τὰ δὲ τοῖς ξηροῖς μᾶλλον, ἔνια δὲ καὶ ἀνάπαλιν ἁπαλὰ μὲν ὄντα ἄβρωτα ξηραινόμενα δὲ ἐδώδιμα διὰ τὸ συνεκπέττεσθαι καὶ ἐκκρίνεσθαι τὸ πικρὸν ὑπὸ τοῦ ἡλίου καθάπερ τὸ σήσαμον καὶ τὸ ἐρύσιμον· τούτων γὰρ χλωρῶν ὄντων οὐδὲν ἅπτεσθαι δοκεῖ ζῶον διὰ τὴν πικρότητα καὶ δυσχυμίαν, ξηρανθέντων δὲ μᾶλλον, οἱ δὲ δὴ καρποὶ καὶ ἡδεῖς. ἀλλὰ δὴ τούτων μὲν τοιαῦταί τινες αἱ αἰτίαι.