On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ᾽ οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξομοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. ἡ δὲ σύστασις οὐκ ἄλογος εἰ τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ᾽ εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυτοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων·

ἐὰν δὲ δὴ καὶ προβλάστημά τι γένηται τῷ καρπῷ ἔλαττον ἔτι τὸ ἄτοπον· ἐνίοτε γὰρ καὶ φύεται κλῆμα ἐκ τοῦ στελέχους ἰσχύσαντα δὲ καρποτοκῆσαι ταῦτ᾽ οὐκ ἄλογον. ἀλλ᾽ ὅταν αὐτὸς ὁ καρπὸς ἐκ τοῦ ἀκρεμόνος ἢ τοῦ στελέχους ἀτοπώτερον ὥσπερ ἐπὶ τῶν ῥοῶν· αἰτίαν δὲ τὴν εἰρημένην ὑποληπτέον. αἱ δὲ τοιαῦται παραλλαγαὶ τῶν τόπων ἐλάττους εἰσὶν οἷον εἴ ποτε συκῆ τις ἤνεγκεν ἐκ τοῦ ὄπισθεν τοῦ θρίου τὸν καρπόν· μικρὰ γὰρ ἡ μεταβολὴ καὶ ὁ τόπος ὅλως οὐκ ἀλλότριος τοῦ συμβαίνοντος.

αἴτιον δὲ ὅτι τὴν μὲν ἐπιβλάστησιν ἀσθενῆ, τὴν δ᾽ ἐνταῦθα συρροὴν ἰσχυροτέραν ἔσχεν ὥστ’ ὀψιαιτέρας γενομένης τῶν προδρόμων ἐπένειμέ τε καὶ ἐξέπεψεν. φαίνεται δὲ καὶ τῇδε

ἧττον ἄτοπον ὅτι γένος τί φασιν εἶναι τοιοῦτον ὃ δὴ καλοῦσιν ὀπισθοκάρπιον· εἰ γὰρ ὅλως τι πέφυκεν οὕτω καρποτοκεῖν τῶν ὁμογενῶν οὐκ ἄτοπον συμβῆναί ποτε καὶ τοῖς μὴ πεφυκόσι τῆς ὁμοίας διαθέσεως γενομένης.

ἐπεὶ καὶ τὸ ἐκ τῶν ἀκρεμόνων ἐνεγκεῖν τινα ὁμοιότητα ἔχει τῇ ἐν Αἰγύπτῳ συκαμίνῳ· φέρει γὰρ δὴ κἀκείνη τὸν καρπὸν ἐκ τοῦ στελέχους, οὐκ ἐκ τῶν ἀκρεμόνων εὐβλαστής τις οὖσα καὶ εὔτονος ὡς ἔοικε πρὸς καρποτοκίαν· σημαίνει δὲ τὸ πλεονάκις ἀπὸ τῶν αὐτῶν φέρειν ἀφαιρουμένων. οὐ πεπαίνει δὲ καλῶς μὴ ἐπικνισθέντων καὶ περιαλειφθέντων ἐλαίῳ καθάπερ ἐλέχθη διὰ τὴν εὐτροφίαν καὶ τὸ πλῆθος τῆς ἐπιρροῆς· ἀφαίρεσίς τε γὰρ γίνεται τῇ ἐπικνίσει καὶ τὸ ἔλαιον ἅμα διαθερμαῖνον καὶ ὁ ἥλιος ἀνεῳγμένων ταχεῖαν ποιεῖται τὴν πέψιν.

ἔοικε δὲ παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον τοῖς κατὰ μέρος ἀνθοῦσιν ἀπὸ τῶν κάτωθεν ἀρχομένοις. ἐκείνων τε γὰρ τὰ μὲν ἰσχύοντα καὶ οἷον τετελεωμένα καὶ ἀνθεῖ καὶ καρπογονεῖ, τὰ δ᾽ ἀσθενέστερα καὶ ἐπάνω προσαύξεται καὶ βλαστάνει καὶ ἀεὶ τὸ τελεούμενον ἀνθεῖ, τὴν δὲ τῆς τροφῆς ἐπιρροὴν ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν καταμερίζεται καὶ δύναμιν· καὶ τούτων ὁμοίως μὲν εἰς τὴν βλάστησιν φέρεταί τι τῆς τροφῆς, ἡ δ᾽ εἰς τὸ ἰσχυρὸν ἤδη καὶ καρπογονοῦν· ἐκεῖνο δ᾽ οὔπω δύναται διὰ τὴν ὑγρότητα καὶ τὴν ἀτέλειαν· καὶ περὶ μὲν τούτων ἀρκείτω τὰ εἰρημένα.