On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Φθοραὶ δὲ καὶ τῶν σπερμάτων εἰσί τινες τῶν μὴ κατὰ φύσιν σπειρομένων ὁμοίως τῶν τε δενδρικῶν καὶ τῶν σιτηρῶν καὶ τῶν ἄλλων· ὧν καὶ χρόνοι τινές εἰσιν ὡρισμένοι· πάντα γὰρ ζῇ μέχρι τινὸς εἶτ᾽

ἀπόλλυται· ζῆν δὲ λέγω δυνάμει· φθείρονται δὲ φυσικῶς ἀποξηραινόμενα καὶ ὥσπερ διαπνεούσης ἅμα τῆς θερμότητος καὶ ὑγρότητος· αἱ δὲ ἄλλαι πᾶσαι παρὰ φύσιν οἷον ὅσα θηριοῦται καὶ ἀνυγραίνεται καὶ ἄλλως πως ἐξίσταται·

δι᾽ ὃ καὶ τὰ μὲν πολύλοπα καὶ πολυχίτωνα καὶ λιπαρὰ καὶ δριμέα καὶ πικρὰ καὶ ὀστώδη καὶ ξηρὰ πάντα πολυχρόνια· τὰ δ᾽ ἄλλα ταχὺ ἐξίσταται· τὰ μὲν γὰρ ὑπ᾽ ἀλλήλων θερμαινόμενα καθάπερ ὁ σῖτος καὶ τὰ χεδροπὰ, τὰ δ᾽ ὑπὸ τοῦ ἀέρος καὶ τῶν ἔξωθεν ὑγραινόμενα καθάπερ τὰ τῶν λαχάνων καὶ τῶν στεφανωμάτων· οἷον γὰρ μαδᾷ καὶ εἰς διαβλάστησιν ὁρμᾶται· ζωοῦται δὲ θᾶττον καὶ φθείρεται τῶν χεδροπῶν τὰ τεράμονα· γλυκύτερα γὰρ ἐν τούτῳ δὲ ἡ ζωοποιΐα καὶ ἅμα θᾶττον ἐξίσταται δι᾽ ἀσθένειάν τε καὶ διὰ τὸ ὥσπερ ἐν πέρατι εἶναι· καὶ τοῦ σίτου δὲ ὡσαύτως ὁ γλυκύτερος.

μέγα δ᾽ οἱ τόποι διαφέρουσιν εἰς φυλακὴν ἐὰν ὦσι ξηροὶ καὶ ψυχροί. διαμένουσι γὰρ πλείω χρόνον ὥσπερ ἔν τε Μηδείᾳ καὶ Παφλαγονίᾳ καὶ τούτων ἐν τοῖς ὑψηλοτάτοις χωρίοις ὡσαύτως δὲ καὶ εἴπου ἄλλοθι τοιοῦτον· ἀμφότερα γὰρ ἐξείργονται τὰ διαφθείροντα τό τε θερμὸν καὶ τὸ ὑγρόν· ἐπεὶ καὶ ἡ διαπαττομένη γῆ τοῦτο ποιεῖ, ξηραίνει τε καὶ ψύχει.

τῶν δὲ δενδρικῶν ὅσα μὲν μαλακὰ καὶ σαρκώδη καθάπερ ἡ ἀμυγδαλῆ καὶ τὸ κάρυον καὶ ἡ βάλανος τοῖς περιέχουσι σώζεται, τὰ δὲ ξηρὰ καὶ ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ τὰ τοιαῦτα καὶ ἑαυτοῖς. ὡς δ᾽ ἁπλῶς εἰπεῖν πάντα πολυχρονιώτερα διὰ τὸ περιέχον· ἐπεὶ καὶ τὸ γίγαρτον καὶ ἡ κεγχραμὶς καὶ τὰ ἄλλα τὰ τοιαῦτα πολλῷ μᾶλλον ἀποξηραίνεται γυμνούμενα. μάλιστα δὲ διαμένει τῶν τοιούτων ὅσα πυρῆνι περιέχεται, καθάπερ τὸ τῆς ἐλάας καὶ εἴ τι ξυλῶδες ἢ ὀστῶδες τυγχάνει, καθάπερ τὸ τοῦ φοίνικος καὶ ὁ κνῆκος καὶ τἆλλα τὰ κνηκώδη· πυκνὰ

γὰρ πάντα καὶ προβολὴν ἔχοντα· τὸ δὲ σπέρμα τὸ ἔντος ὁτὲ μὲν κεχωρισμένον τι καὶ φανερὸν, ὁτὲ δὲ ἀχώριστον καὶ ἀφανὲς, ὥσπερ τὸ τῶν φοινίκων.