On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔ

λογον καὶ οὕτως. ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρουμένη οὐ φθείρει, δι᾽ ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ᾽ ὅτι ἄν· οὐκ ἄλογος δ᾽ οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ᾽ εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μάλιστα εἶναι ζωτικόν.

σημεῖον δ᾽ ὅτι καὶ τὰ ξύλα τὰ ἔμμητρα διαστρέφεται κατειργασμένα ἤδη μέχρι οὗ ἂν τελέως ἀναξηρανθῇ, δι᾽ ὃ καὶ ἔνσχιστα καὶ οὐκ ἔμμητρα ποιοῦσι τὰ τῆς ἐλάτης καὶ τῆς πεύκης. ταύτης δ᾽ οὖν μέχρι μέν τινος ἐξαιρουμένης οὐκ ἄτοπον διαμένειν τὸ δένδρον ὥσπερ καὶ τοῦ φλοιοῦ μέχρι τινὸς ἀφαιρουμένου, τελέως δ᾽ ἐξαιρεθείσης αὐαίνεσθαι καθάπερ ἀρχῆς τινος ἢ καὶ οἰκείας ὑγρότητος συμφύτου στερούμενον.

περὶ δὲ τῆς ἐπικοπῆς καὶ τῆς κολούσεως ἐν ὀλίγοις ἡ σκέψις· ὀλίγα γὰρ τὰ φθειρόμενα κατὰ μὲν τὴν ἐπικοπὴν, ἐλάτη, πεύκη, πίτυς, φοῖνιξ, ἔνιοι δὲ καὶ κέδρον καὶ κυπάριττόν φασιν· καλοῦσι δ᾽ ἐπικοπὴν, ὅταν ἀφαιρεθείσης τῆς κόμης ἐπικόψῃ τις τὸ ἄκρον· οὐκ ἀλόγως δ᾽ ἂν δόξειε φθείρεσθαι ξηρά τε τῇ φύσει καὶ εὐθυπορώτατα μὲν, μονόρριζα δ᾽ ὄντα. καὶ γὰρ αἱ ἑλκώσεις πόνον παρέχουσι καὶ εὐπαθέστερα ποιοῦσιν εἰς τὸ διϊκνεῖσθαι καὶ τὸ καῦμα καὶ τὸ ψύχος ἄλλως τε καὶ πανταχόθεν οὖσαι καὶ διὰ τὴν ὀρθότητα καὶ διὰ τὴν εὐθυπορίαν ταχὺ διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας, ὥστε πολλαχόθεν ἡ φθορά·

φύσει δὲ ἀπαράβλαστα πάντα καὶ διὰ τὴν ξηρότητα τῶν ῥιζῶν καὶ διὰ τὴν εἰς τὸ ἄνω φορὰν καὶ ἔτι τῷ μονόρριζα εἶναι καὶ τῷ βαθυτέρας ἔχειν. οὐδαμοῦ γὰρ οὐδὲν περιττὸν οὐδὲ παροχετευόμενον ἐκπίπτει τῆς τροφῆς ὥστε μὴ εἶναι βλαστήσεως ἀρχήν· ὅταν οὖν πάντα ταῦθ᾽ ὑπάρχῃ πᾶσι σχεδὸν ἀναγκαῖον τὴν φθορὰν εἶναι τελείαν·

αἱ δὲ κολούσεις φθείρουσιν ὅλως ὀλίγα· μόνον γὰρ μάλιστα τὸ τῆς ἀμπέλου φυτὸν ἀπόλλυται καὶ εἴ τι

ἕτερον ἁπαλὸν καὶ ἀσθενὲς καὶ εὐθύπορον· ταῦτα γὰρ αἴτια τοῖς τοιούτοις τῆς φθορᾶς· χείρω δὲ ποιοῦσι πλείω· καὶ γὰρ ἡ ἀμυγδαλῆ πικρὰ γίνεται καὶ ἡ ῥόα σκληροτέρα καὶ ἕτερ᾽ ἄττα μεταβάλλει· τὸ δ᾽ αἴτιον εἴρηται πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης συναλλοιοῦται καὶ τὸ τέλος·

χαλεπαὶ δὲ καὶ αἱ ἐπιβοσκήσεις ὅτι συνεπικάουσιν ἅμα τῇ τομῇ καὶ ἀφαιρέσει δι᾽ ὃ καὶ ὁ πόνος πλείων. ἴδιον δὲ τὸ περὶ τὸν φοίνικα καὶ τὴν πίτυν· ὅταν γάρ τι κολουσθῇ ταῦτ᾽ οὐκ ἀπόλλυται μὲν, ἄκαρπα δὲ γίνεται· τὴν δ᾽ αἰτίαν παραπλησίαν ὑποληπτέον εἶναι τοῖς πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης καὶ ἀσθενεστέρας γινομένης ἀφαιρεῖταί τι τῆς δυνάμεως καὶ μάλιστα τὸ ἔσχατον καὶ τελεώτατον ὁ καρπός. ἅμα δὲ καὶ ἡ μὲν βλάστησις ὑπάρχει καὶ ὥσπερ ἤδη γέγονεν, ἐκεῖνον δὲ δεῖ γίνεσθαι· τὸ δ᾽ ἐν γενέσει καὶ μέλλον εἶναι τοῦ ὄντος ἀσθενέστερον· ἐπὶ τούτων δὲ μάλιστ᾽ ἢ μόνων ὅτι ὀλιγόκαρπα καὶ βραδύκαρπα κατά γε τὴν παρ᾽ ἡμῖν φυτείαν· ἐν δὲ ταῖς οἰκείαις χώραις ἴσως οὐκ ἀκαρπεῖ οὐδὲ θαυμαστὸν εἰ μὴ ἀκαρπεῖ ταῦθ᾽ ἐκεῖ κολουόμενα.

τὰ δὲ τῆς ἀρχῆς ὅτι μεγάλα πολλαχόθεν μὲν φανερόν· εἰ δὲ μὴ καὶ ἐκ τῶν βλαστήσεων ὅταν κακωθῶσιν ἐν ἄλλοις τε καὶ οὐχ ἥκιστα ἐν τῇ ἀμπέλῳ· κατεδεσθεῖσα γὰρ ὑπὸ τῶν κτηνῶν οὐκέτι δύναται βλαστάνειν, ἀλλ᾽ αὐτὴ ἡ τῆς βλαστήσεως ἐπιρροὴ παύεται καὶ ἀποσβέννυται, ᾧ φαίνεται ὥσπερ τυφλουμένη καὶ πηρουμένη πως· ἰσχυρὸν δὲ ἐν ἅπασιν ἡ ἀρχὴ καὶ ἀσθενὲς οὐ τὸν αὐτὸν δὲ τρόπον· ἐπεὶ ὅτι γε βλαστητικὸν ἄμπελος καὶ αἱ εἰς τὸν ὕστερον χρόνον ἐπιβλαστήσεις μηνύουσιν.