On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Αἱ δ᾽ ἐκπήξεις ὅλως πότερον διὰ τὴν

παχύτητα τοῦ ἀέρος ἢ διὰ τὴν λεπτότητα γίνονται καὶ εἰ δι᾽ ἄμφω, διὰ πότερον μᾶλλον, ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ οὐδὲ τοῦ ἀέρος γίνεται πῆξις, ὅταν μὴ αἴθριος ὁ ἀὴρ, μηδ᾽ ἂν τοῦ παχέος δόξειεν· ὁ γὰρ αἴθριος λεπτότερος, ἅμα δὲ καὶ διαδυτικώτερος ὁ λεπτὸς, ἡ δ᾽ ἔκπηξις εἰσδυομένου τοῦ τέμνοντος, ἔτι δ᾽ εὐψυχότερος καὶ εὐπαθέστερος ὅλως ὁ λεπτός· διὰ τοῦτο γὰρ καὶ τὰ ὕδατα προθερμανθέντα ψύχεται καὶ πήγνυται θᾶττον ὅτι λεπτύνεται τῇ θερμότητι.

συνεπιμαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν οἱ ἐναίθριοι λεγόμενοι· πλείω γὰρ ἐκπήγνυται καὶ πλεονάκις ἐν τούτοις ἐνιαχοῦ μὲν καὶ μικρὸν πάνυ διεχόντων, ὥσπερ ἐν Κορίνθῳ τὸ Κράνιον καὶ τὸ Ὀλύμπιον. σκληραὶ γὰρ αἱ αἰθρίαι σφόδρα περὶ τὸ Κράνιον, ὥστε καὶ τοῖς φυτοῖς καὶ τῇ αἰσθήσει δῆλον εἶναι. ἐνιαχοῦ δὲ καὶ ἐπὶ πλείονι διαστήματι. καὶ ὅλως οἱ πρότερον οὐκ ἐκπήγνυντες τόποι παχέος ὄντος τοῦ ἀέρος νῦν ἐκπηγνύουσι, καθάπερ οἱ περὶ Λάρισσαν τὴν ἐν Θετταλίᾳ· τότε μὲν γὰρ ἐνεστηκότος ὕδατος πολλοῦ καὶ λελιμνωμένου τοῦ πεδίου παχὺς ὁ ἀὴρ ἦν καὶ ἡ χώρα θερμοτέρα· τούτου δ᾽ ἐξαχθέντος καὶ ἐνίστασθαι κωλυθέντος ἥ τε χώρα ψυχροτέρα γέγονε καὶ αἱ ἐκπήξεις πλείους·

σημεῖον δὲ λέγουσιν, ὅτι τότε μὲν ἦσαν ἐλάαι καὶ ἄλλοθι καὶ ἐν αὐτῷ τῷ ἄστει μεγάλαι καὶ καλαὶ νῦν δὲ οὐδαμοῦ, καὶ αἱ ἄμπελοι τότε μὲν οὐκ ἐξεπήγνυντο νῦν δὲ πολλάκις. ὅτι δὲ τὸ ὕδωρ οὐκ ἀεὶ ψυχροτέρας ποιεῖ, ἀλλ᾽ ὅπερ καὶ τὸ πρότερον ἐλέχθη σημεῖον τὸ περὶ Αἶνον γενόμενον· αὕτη γὰρ ἀλεεινοτέρα δοκεῖ νῦν γεγονέναι πλησιαίτερον ὄντος τοῦ Ἕβρου· ταύτῃ μὲν οὖν δόξειεν ἂν ὁ λεπτὸς ἀὴρ πηκτικώτερος εἶναι· τῇ δὲ πάλιν ὁ παχύτερος· ἀκινητότερος γὰρ, ὁ δ᾽ εὐκίνητος εὐπηκτότερος·

ἔτι δὲ αἱ στύγες ἐν τοῖς τοιούτοις γίνονται τόποις, αἵπερ μάλιστα εἰσδύονται εἰς τὰ

σώματα· φυλάξασθαι γὰρ οὐκ ἔστιν οὐδ᾽ ἐν τοῖς στρώμασι κατακείμενον· ἐπιβεβαιοῖ δὲ καὶ τὸ ἐν τοῖς ὄρεσιν ἧττον, ἢ ἐν τοῖς πεδίοις ἔκπηξιν γίνεσθαι· λεπτότερος γὰρ ὁ ἀὴρ καὶ εὐκινητότερος. οἱ δὲ καθ᾽ ἕκαστα τόποι καὶ ἐπὶ τούτων πίστιν ἔχουσι· τῆς τε γὰρ Θετταλίας περὶ Κίθρον μάλισθ᾽ ὡς εἰπεῖν ἔκπηξίς ἐστιν· ὁ δὲ τόπος κοῖλος καὶ ἔφυδρος·

ἔν τε Φιλίπποις πρότερον μὲν μᾶλλον ἐξεπήγνυντο, νῦν δ᾽ ἐπεὶ καταποθεὶς ἐξήρανται τὸ πλεῖστον ἥ τε χώρα πᾶσα κάτεργος γέγονεν ἧττον πολύ· καίτοι λεπτότερος ὁ ἀὴρ δι᾽ ἄμφω καὶ διὰ τὸ ἀνεξηράνθαι τὸ ὕδωρ καὶ διὰ τὸ κατειργάσθαι τὴν χώραν· ἡ γὰρ ἀργὸς ψυχροτέρα καὶ παχύτερον ἔχει τὸν ἀέρα διὰ τὸ ὑλώδης εἶναι καὶ μήτε τὸν ἥλιον ὁμοίως διϊκνεῖσθαι μήτε τὰ πνεύματα διαπνεῖν ἅμα δὲ καὶ αὐτὴν ἔχειν ὑδάτων συρροὰς καὶ συστάσεις πλείους·

ὃ καὶ περὶ τὰς Κρηνίδας ἦν τῶν Θρᾳκῶν κατοικούντων. ἅπαν γὰρ τὸ πεδίον δένδρων πλῆρες ἦν καὶ ὑδάτων· ὁπότε νῦν μᾶλλον πρότερον ἐκπήγνυσιν ἐξηραμμένων τῶν ὑδάτων οὐ τὴν λεπτότητα τοῦ ἀέρος αἰτιατέον ὥς τινές φασιν. αἱ μὲν οὖν αἰτίαι ὑπὲρ ἑκατέρου καὶ τοιαῦταί τινες. ἴσως δ᾽ ἀμφοτέρων γινομένων ἐκπήξεων, τοῦτο γὰρ φανερὸν ἐκ τῶν εἰρημένων, διαφέρει καὶ τόπος τόπου καὶ ἀὴρ ἀέρος τῷ μᾶλλον παχύνεσθαι καὶ λεπτύνεσθαι· ὁ γὰρ ὑδατώδης καὶ θολερὸς οὐχ ὁμοίως ἐργατικός· οὐδ᾽ αὖ πάλιν ὁ λεπτὸς, καὶ γὰρ εὐκίνητος καὶ οὐκ ἔμμονος·

ἡ πῆξις δὲ δεῖται χρόνου, ἔτι δὲ καὶ τὰ ἐπιγινόμενα δεῖ ποῖ᾽ ἄττα εἶναι καὶ τὴν ὅλην κατάστασιν καὶ εἴ τι ἄλλο τῶν ἔξωθεν· εἰ γὰρ αἱ μεταβολαὶ ταχεῖαι πρὸς τὰς ἀνέσεις, κωλύοιντ᾽ ἂν αἱ πήξεις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν εὐπαθέστερος μὲν εἰς τὸ πάσχειν ὁ λεπτός· ὅταν μέντοι καταψυχθῇ ὁ παχύτερος ψυχρότερος, ὥσπερ καὶ θερμότερος· ἔμμονος γὰρ μᾶλλον ἡ θερμότης καὶ ἡ ψυχρότης

ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τοῖς σωματωδεστέροις. δι᾽ ὃ καὶ εἴ που μὴ ὑδατώδης, ἀλλ᾽ ἅμα τῷ πάχει ξηρὸς οὐκ ἄλογον εἰ μᾶλλον ἐκπηκτικός. ἀλλὰ γὰρ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.

ἡ δὲ τοῦ καύματος ὑπερβολὴ τὰ μὲν φυτὰ καὶ τὰ παντελῶς νέα φθείρει διὰ τὴν ἀσθένειαν, ὥσπερ καὶ τὰ ἐπέτεια, τὰ δ᾽ ἐρριζωμένα καὶ ἔχοντα μέγεθος οὐ φθείρει διὰ τὸ μὴ δύνασθαι διαδύεσθαι μηδὲ ὁμοίως θιγγάνειν τῆς ἀρχῆς, ἀλλ᾽ εἴπερ τοὺς βλαστοὺς καὶ τοὺς καρποὺς ἐπικάει. καὶ τὸ ὅλον ἴσως ἀλλοτριώτερον τῇ φύσει τὸ ψυχρόν· ἐπεὶ ὥς γ᾽ ἁπλῶς εἰπεῖν ἐπὶ πάντων γίνεται ἡ φθορὰ ταῖς ὑπερβολαῖς ὅσα συνεργεῖ πρὸς τὸ ζῆν·

καὶ γὰρ χώρα τις ἄφορος ἡ μὲν διὰ λιπαρότητα, ἡ δὲ διὰ λεπτότητα καὶ ἀὴρ κωλύει περισκελὴς ὢν ἐφ᾽ ἑκάτερα καὶ ὕδατος ἔνδεια καὶ πλῆθος· φθείρει γὰρ καὶ τὸ στάσιμον, ἐὰν ὑπεραίρῃ τὸ μέγεθος τοῦ δένδρου, καθάπερ ἐν ταῖς ἐπομβρίαις καὶ τοῖς λιμνουμένοις τόποις, ὃ καὶ περὶ Φενεὸν ξυνέ- βαινεν· ὅπου δ᾽ ἀπορροὴ γίνεται κᾂν ἔχῃ βάθος διαφέ- ρουσι μᾶλλον· βοηθεῖ γὰρ ἡ κίνησις καὶ τῷ ἱκανὸν ἀεὶ τὸ προσπίπτον εἶναι· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.