On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀποδοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμωτέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ᾽ ἄν τις τὴν ἀσθένειαν δι᾽ ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χεδροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν.

καὶ γὰρ ἐκθρέψαι καὶ τελειῶσαι ῥᾷον

τὸ ἀσθενέστερον ὥστε καὶ πολυκαρπεῖν καὶ τὴν γῆν ἧττον καρπίζεσθαι καὶ τὴν ἔκφυσιν δὲ τὴν πρώτην ῥᾴω καὶ θάττω ποιεῖσθαι. πλὴν εἴ τι κωλύεται διὰ τὴν ἰσχὺν τοῦ περιέχοντος ὥσπερ ὁ κύαμος· αἰτία γὰρ τούτῳ τῆς δυσφυΐας ἡ τοῦ κελύφους παχύτης· ἐὰν δὲ καὶ ἐφύσῃ σπαρέντι δυσφυέστερον ἔτι καθάπερ ἐδαφιζομένης τῆς γῆς. ἐν δὲ τοῖς σιτηροῖς καὶ ταῦθ᾽ ὁμολογούμενα πρός τε τὴν χρονιότητα τῆς πέψεως καὶ πρὸς τὸν καρπισμὸν τῆς γῆς οἷον ἥ τε πολυρριζία καὶ ἡ γλισχρότης τῶν καρπῶν· βραδέως γὰρ τὰ γλίσχρα καὶ καθαρὰ καὶ ἐν τοῖς δένδροις πεπαίνεται.

δι᾽ ὃ καὶ πυροὶ κριθῶν ὀψιαίτεροι καὶ ὀλιγοχούστεροι· καὶ αἱ ῥίζαι δὲ τῶν σιτηρῶν πολλαὶ καὶ κατὰ βάθους οὖσαι καρπίζονται μᾶλλον τὸ ἔδαφος, τῶν δὲ χεδροπῶν ὅ τε καρπὸς γεωδέστερος καὶ ἡ ῥίζα μία καὶ ἐπιπολῆς καὶ ἡ σπορὰ μανή. πάντα δὲ ταῦτα συνεργεῖ καὶ πρὸς πλῆθος καρποῦ καὶ πρὸς κουφότητα τῆς γῆς καὶ τὸ μὴ ὁμοίως καρπίζεσθαι πρὸς ταχύτητα πέψεως. ἅπασα γὰρ ἡ δύναμις ἄνω φερομένη καὶ οὐκ ἀντισπώσης τῆς ῥίζης πλῆθος ἀποδίδωσι καὶ συνεργοῦντος τοῦ ἀέρος ἐκπέττει ῥᾳδίως. ἐπεὶ ὧν τε πλείων ἡ ῥίζα καὶ κατὰ βάθους καὶ οἱ καρποὶ ξυλώδεις τάχιστα ἐκκαρπίζεται τὰ ἐδάφη καθάπερ ὁ ἐρέβινθος δι᾽ ὃ καὶ μόνος οὐ ποιεῖ νειὸν οὐδ᾽ ἐστὶ τῆς τυχούσης χώρας ἀλλ᾽ ἀγαθῆς.

ἄλογον δὲ ἐπὶ τούτου φαίνεται τὸ ταχὺ τελειοῦσθαι εἴπερ ἐν τετταράκοντα ἡμέραις ἢ μικρῷ πλείοσι τέλειος. αἰτίαν δ᾽ ἄν τις ὑπολάβοι τὴν ἰσχὺν ᾗ δύναται τῶν τε ἄλλων κρατεῖν καὶ πρὸς τοῦτο διαρκεῖν εἴπερ καὶ ὕδατος ἐλαχίστου δεῖται πρὸς τὸ διαβλαστεῖν μόνον εἶτα αὐτὸς αὑτὸν ἐκτρέφει, εἰ μὴ ἄρα τι καὶ ἡ ἅλμη πρὸς τὴν τελείωσιν συμβάλλεται καταξηραίνουσα καὶ ἐξικμάζουσα τὴν ὑγρότητα τὴν πλείω τῆς συμμέτρου. φαίνεται δὲ συνεργεῖν πως τῇ γενέσει καὶ οἰ-

κεῖον εἶναι· σημεῖον δ᾽ ὅτι καὶ οἱ πρὸς τῇ θαλάττῃ βελτίους γίνονται καὶ ὅτι καταπλυθείσης τῆς ἅλμης ἀπόλλυται καὶ ἐκζωοῦται· δι᾽ ἣν δ᾽ αἰτίαν μόνον τοῦτο σκεπτέον εἰ μὴ ἄρα τῆς οὐσίας.

μόνα δ᾽ ἀπὸ τῶν ῥιζῶν ἀποφύεται τῷ ὕστερον ἔτει πυρὸς καὶ κριθὴ καὶ αὐτοετεῖς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν σπαρέντων ἑτέρου καλάμου παραβλαστάνοντος· αἴτιον δ᾽ ὅτι μόνοις ὕπεστι πλῆθος ῥιζῶν καὶ δύναμις, τὰ χεδροπὰ δὲ μονόρριζα καὶ ξυλώδη καὶ ἐπιπολῆς. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν καταπατουμένων ὑπὸ τῶν στρατοπέδων ὥστε μηδὲν εἶναι δῆλον. ἐξ ἁπάντων δὲ οἱ στάχυες μικροὶ καὶ ἀτελεῖς ἅτε παλιμβλαστεῖς ὄντες.