On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ τῶν θερινῶν σπερμάτων οἷον σησάμου ἐρυσίμου κέγχρου ἐλύμων ἐπὶ τοσοῦτον μὲν εἰπεῖν ἐστι παντὶ πρόχειρον ὅτι δι᾽ ἀσθένειαν ταύτην τὴν ὥραν σπείρεται καὶ διὰ τὸ ταχὺ τελεοῦν· ἡ δὲ φύσις αὐτῶν ποία τις ἂν εἴη σκεπτέον· οὐδὲ γὰρ γεώδης ὥσπερ τῶν ὀσπρίων οὔτε πάντη κούφη· τὸ γὰρ σήσαμον λιπαρὸν καὶ δεόμενον πέψεως. καὶ τοῦτο μὲν μονόρριζον ὁ

δὲ κέγχρος καὶ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον ὥστ᾽ εἰς ἀμφότερα μεριζομένης τῆς τροφῆς καὶ τῆς δυνάμεως χρονιώτερον ἐχρῆν εἶναι. τὸ γὰρ σήσαμον ἐπεὶ μονόρριζον καὶ βαθύρριζον ἄνω πᾶσαν ἀφίησι τὴν δύναμιν· ἀλλ᾽ ἀντίκειται τούτῳ τὸ λιπαρόν· τὰ γὰρ αὖ γλίσχρα πλείονος πέψεως δεῖται. ταῦτα δ᾽ ὥσπερ εἴρηται πάντα πολύκαρπα. περὶ μὲν οὖν τούτων σκεπτέον.

ἐπεὶ δ᾽ ὅλως εἰπεῖν τὰ μικρόκαρπα πολυκαρπότερα καθάπερ τά τε νῦν εἰρημένα καὶ οἱ φακοὶ δὴ καὶ ὅσα τοιαῦτα καὶ ἐπὶ πᾶσι τὰ πολυχούστατα λεγόμενα κύμινόν τε καὶ μήκων καὶ ὅλως δὴ τὰ λαχανώδη πάντα καὶ τὰ ἐναγγειόσπερμα πολύχοα τίς ἂν οὖν αἰτία τούτων εἴη; πότερον ὅτι τὰ μικρὰ ῥᾷον ποιῆσαι· καὶ γὰρ ζῶά φαμεν ἔνια τοιαῦτα καὶ μάλιστα δὴ τὰ ὠοτόκα καὶ σκωληκοτόκα· ἢ αὕτη μὲν ἔξωθεν ἄλλην δέ τινα οἰκειοτέραν ζητητέον; ἐπεὶ καὶ τῇδε διαφέρει τῶν περὶ τὰ ζῶα· τῶν μὲν γὰρ ἐκτρέφει τὰ ὠὰ καὶ τελειοῖ καὶ ὅλως ζωογονεῖ τὸ περιέχον ὥσπερ καὶ ἐν τοῖς πρότερον εἴρηται. τῶν δὲ καρπῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἡ ἐκτροφὴ καὶ τελείωσις ὥστε πλείονος δεῖ δυνάμεως.

πρὸς δὲ θησαυρισμὸν ἄριστα μὲν κέγχρος καὶ ἔλυμος καὶ σήσαμον καὶ θέρμος καὶ ἐρέβινθος, τὰ μὲν ὅτι πολυχίτωνα καὶ ξηρὰ, τὸ δ᾽ ὅτι λιπαρὰ, ὁ δὲ θέρμος καὶ ὁ ἐρέβινθος ὅτι πικρότητά τινα ἔχουσι καὶ δριμύτητα. διατηροῦσι δ᾽ αὗται τὸ ἀπαθὲς ὥσπερ εἴρηται ὅθεν καὶ διαφθειρόμενα μόνα τῶν σιτωδῶν οὐ ζωοῦται καθάπερ οὐδὲ τὰ τῶν λαχάνων· καὶ γὰρ ταῦτα ἄζωα καὶ ὅσα δὴ τῇ ξηρότητι ἢ τῇ δριμύτητι.

συμβαίνειν γὰρ ὥσπερ ἀνάμιξίν τινα γίνεσθαι τοῦ ἔξωθεν. σηπόμενον δὲ ἕκαστον ἴδιον γεννᾷ ἐκ τῆς οἰκείας ὑγρότητος οἷον οἱ μὲν πυροὶ καὶ αἱ κριθαὶ τοὺς κίας ὁ δὲ κύαμος τὸν ὑπό τινων καλούμενον μίδαν· ὡσαύτως δὲ καὶ οἱ φακοὶ καὶ αἱ ἀφάκαι καὶ πίσοι καὶ ἄλλα.

τὸ δὲ αἴτιον κοινὸν πλειόνων· οὐ γὰρ μόνον ἐν τοῖς καρποῖς ἀλλὰ καὶ ἐν τοῖς δένδροις καὶ μετὰ ταῦτα τοῖς ξύλοις· καὶ ὅλως ὅσα τῶν ἀψύχων ζωογονεῖται διαφόρους ποιεῖ πάσας τὰς μορφὰς ὡς ἂν ἐξ ἑτέρας ὕλης.