On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰ δ᾽ οἰκεῖα τῇ μὲν ἐπόμβρῳ καὶ ψυχρᾷ τὰ ἀνοστιμώτατα πρὸς τὴν σιτοποιΐαν ὁμοίως καὶ πυρῶν καὶ κριθῶν καὶ τῶν ἄλλων· ἀραιὰ γὰρ ταῦτα. τὰ δ᾽ ἄλλα πλείονος ὄμβρου δεῖται· καὶ τὰ μέλανα τῶν λευκῶν. ἐν

δὲ ξηρᾷ καὶ ἐρυθρᾷ καὶ ἐν ψυχροῖς τόποις πολύνοστα· καὶ τὰ λευκὰ μᾶλλον τῶν μελάνων ὅπως ἁδρύνηται πρὸ τῆς ἀπολήψεως τῶν ὑδάτων· αὔξεται γὰρ καὶ φθάνει τὰ λευκὰ μᾶλλον τῶν μελάνων. ἐν δὲ ταῖς εὐκρασίαις τὰ ἀνὰ μέσον. οἱ μὲν οὖν οὕτω διαιροῦσιν οἱ δ᾽ ἄλλως.

ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἡ μὲν λεπτὴ κριθοφόρος ἀμείνων ἡ δὲ πίειρα πυροφόρος· αἱ μὲν γὰρ ἐλάττους καὶ κουφοτέρας δέονται τροφῆς οἱ δὲ πλείονος καὶ σωματωδεστέρας. τῶν δὲ πυρῶν ὁ μὲν τρίμηνος ἐν τοῖς λεπτογείοις καλλίων· σύμμετρος γὰρ ἡ τροφὴ κούφη κούφοις· ὁ δὲ λυβικὸς καὶ ὁ δρακοντίας καὶ ὁ στραγγίας καὶ ὁ σελινούσιος ἐν ἀγαθῇ, πολύτροφοι γάρ· σημεῖον δ᾽ ὅτι κάλαμον ἔχουσι παχύν· ἁπλῶς δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰ δέ τις πολυχίτων ὥσπερ ὁ θρᾴκιος ἐν τοῖς χειμερινοῖς· ἀπαθὴς γὰρ ὑπὸ τοῦ ψύχους· ὁ δὲ χαῦνος καὶ μανὸς ὥσπερ ὁ καγχρυδίας ἐν τοῖς ἐπόμβροις· τροφῆς γὰρ πολλῆς καὶ οὗτος δεῖται, δι᾽ ὃ καὶ παχυκάλαμος.

ὡσαύτως δὲ καὶ ἐπὶ τῶν χεδροπῶν. ἡ μὲν γὰρ γλίσχρα καὶ μελάγγεως ἐρέβινθον ἡ δὲ κούφη κύαμον φέρει καλλίω, σύμμετρα γὰρ ἑκατέρῳ τὰ τῆς τροφῆς. καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ἀεὶ πρὸς τὰ τῆς τροφῆς ἀνακτέον συμπαραλαμβάνοντα καὶ τὰ τοῦ ἀέρος. ἡ γὰρ εὔειλος καὶ ἁπλῶς ἡ εὐδιείνη τὰ ἀσθενέστερα ἐκφέρει μᾶλλον ἡ δ᾽ ἐναντία τὰ ἰσχυρά. καὶ ἡ ἀνύφαμμος δὲ καὶ πηλώδης τὰ ὀλιγότροφα καὶ ξηρὰ καθάπερ τὴν ἀχιλληΐδα· καὶ γὰρ λευκαίνει μᾶλλον ἐκπέττουσα τὰς τροφάς· καὶ φέρει δὲ καὶ τεράμονα τὰ ξηρὰ καὶ τὰ πρόσειλα, πέττει γὰρ ὁ ἥλιος μᾶλλον, ἐν δὲ τοῖς εὐγείοις καὶ πίοσιν οὐχ ὁμοίως.

πυρὸς δὲ κριθῆς ἐν τοῖς ὀμβρώδεσιν εὐθενεῖ μᾶλλον καὶ τὸ ὅλον δὲ πρὸς τὰς ἐπομβρίας ἰσχυρότατος. φέρει δὲ καὶ ἐν τοῖς ἀκόπροις μᾶλλον· αἴτιον δὲ ὅτι θερμὸς ὢν ἐκπέττειν δύναται μᾶλλον καὶ κόπρον οὐκ ἐπι

ζητεῖ διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ὃ ἔδει ἐκ τῆς κόπρου γίνεσθαι καὶ τὸ ὅλον ἰσχυρότατός ἐστι καὶ πρωϊσπορεῖται καὶ ἐν τοῖς ψυχροῖς καταβάλλεται μᾶλλον. ἡ δὲ ἰσχὺς θερμότητι καὶ τῷ μᾶλλον πολυχίτωνα εἶναι· δι᾽ ὃ καὶ ἡ διὰ χρόνου γεωργουμένη γῆ πυροὺς φέρει μᾶλλον ἢ κριθάς· κατακρατεῖ γὰρ τῆς τροφῆς ἰσχυροτέρας οὔσης ὁ πυρὸς μᾶλλον. ἐνιαχοῦ δ᾽ οὐχ ὁμοίως ἐθέλει φέρειν μὴ ἐμπρησθείσης τῆς ὕλης· οὕτως δ᾽ ὥσπερ μανοῦται καὶ κοπρίζεται.

ὡς δὲ ἁπλῶς εἰπεῖν πάντα ἐν ταύταις μεγίσταις καὶ κοινοτάταις ἐστὶν διαφοραῖς, ἐν τῇ τῆς χώρας φύσει τῇ τῶν σπερμάτων ἰσχυῒ καὶ ἀσθενείᾳ καὶ ἐν τῇ τοῦ ἀέρος κράσει, δι᾽ ὃ σκεπτέον ταῦτα. χειμῶνες δὲ ἐπιγινόμενοι πανταχοῦ μὲν χρήσιμοι· ῥιζοῦται γὰρ καὶ καρκινοῦται μᾶλλον ὥστ᾽ εἰς τὸ ἔαρ σύμμετρον ἀποδίδοται μέγεθος. μάλιστα δ᾽ ἐν ταῖς ἀγαθαῖς χώραις· τὰ γὰρ νότια καὶ ὅταν εὐδία ταχὺ ἀναδιδόασι καὶ ποιοῦσι λοχαίαν καὶ καρπὸν ἐρυσιβώδη. τὰ δὲ πυκνόσπορα πρότερον ἀποχεῖται τῶν μανοσπόρων ὅτι τὰ μὲν ῥιζοῦται καὶ εἰς τὰ κάτω σχίζεται διὰ τὸ ἔχειν τόπον τὰ δ᾽ εὐθὺς εἰς τὸ ἄνω τρέχει.