On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἐπεὶ δ᾽ ὅμοιον τῷ τοιούτῳ καὶ ὥσπερ δεύτερον ἡ βλαστολογία δεῖ καὶ ταύτην εὐθὺς ποιεῖσθαι καὶ βλαστολογεῖν ὅταν διαφαίνωσι τὸν καρπόν. μετὰ δὲ ταῦτα εὐθὺς τὸ δεύτερον σκάπτειν ὅπως ὅ τε καρπὸς καὶ ὁ βλαστὸς νέος ὢν καὶ ἐν ὁρμῇ τοῦ βλαστάνειν ὡραίαν λάβῃ τὴν σκαπάνην, ἔπειτα πάλιν βλαστολογεῖν πρὸ τοῦ ἀνθεῖν. συμβαίνει γὰρ ἐν τούτῳ τὸ βοστρύχιον αὔξεσθαι διὰ τὸ μήπω συνεστᾶναι τὰς ῥάγας, ὅταν δὲ ἀπανθήσῃ τὸ μὲν συνέστηκεν αἱ δὲ συνίστανται καὶ αὔξονται.

τὸ δ᾽ ὅλον ἀκμαῖα μάλιστ᾽ ἀποδίδοσθαι ζητεῖ τῶν ἔργων ἥ τε βλαστολογία καὶ ὁ σκαφητὸς ὁ μέσος· τῇ γὰρ ἀμπέλῳ τότε συμβαίνει πρὸς αὔξησιν ὁρμᾷν τῶν τε παρόντων καρπῶν καὶ τῶν βλαστῶν ἐν οἷς ἄρχεται γονεύειν τὸν εἰς νέωτα καρπόν. ἐὰν οὖν ὁ καιρὸς μὴ παρεθῇ καλῶς γονεύσει· βλαστάνει δὲ μέχρι τοῦ κυνὸς ἐπιτολῆς, ὅταν δὲ ἐπιτείλῃ παύεται τὰ μέλλοντα καλῶς ἐγκύμονα γίνεσθαι. θερμαίνοντος γὰρ τοῦ ἡλίου τὸ προηγούμενον τῶν βλαστῶν ἁπαλὸν ἀποσκληρύνεται καὶ παύεται· πεπαυμένης δὲ τῆς αὐξήσεως φύσιν ἔχει τὸ συνίστασθαι τὴν ὑγρότητα τοῦ βλαστοῦ καὶ ἐκ ταύτης φύεσθαι τὸν καρπόν. ὅσα δ᾽ ἐν παλινσκίοις ἢ ἐφύδροις ἐστὶ κρατεῖ τοῦ ἡλίου καὶ πλείω χρόνον αὔξεται.

καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημόν γ᾽ ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. τὴν δ᾽ ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώτοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι᾽ ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. ὡς δ᾽ ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥτε γὰρ χρεία μαρτυρεῖ καὶ τὸ ἐφ᾽ ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι

δοκοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατακρυπτόμενοι τῷ κονιορτῷ δι᾽ ὃ καὶ Μεγαρεῖς κρύπτουσι.

θαυμάζεται δ᾽ εἰ ξηρὸς ὢν τρέφει· τὸ δ᾽ αἴτιον ἴσως ἐκ πλειόνων ἂν εἴη καὶ τῷ κινουμένης τῆς γῆς ἀναδίδοσθαι τροφὴν ἐνίκμου τινὸς ἀέρος ὥσπερ ἐπὶ τῶν ἀτμωδῶν ἐλέχθη καὶ τῷ προβολὴν ἅμα πρὸς τὸν ἥλιον εἶναι· καὶ ἔτι καταξηραινόμενος ἁπαλῇ ξηρότητι καὶ μαλακῇ μᾶλλον ἐπισπᾶται τὴν τροφὴν ἐκτοῦ ἀέρος· πάντα γὰρ ταῦτα συνεργεῖ καὶ πρὸς εὐτροφίαν καὶ πέψιν. ἡ δὲ τῶν σικύων κατάκρυψις οὐκ ἄλογος· ἀναξηραίνων γὰρ ὁ ἥλιος σκληρύνει δι᾽ ὃ καὶ ὑπὸ τὰ φύλλα κρύπτουσιν ὥστε ἐπιβολὴν ἔχοντες καὶ βρεχόμενοι ἀμφοτέρως εὐτραφεῖς γίνονται καὶ ἁπαλοί. καὶ περὶ μὲν ἀμπέλων ἱκανῶς εἰρήσθω.