On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ὥραν δὲ τῆς ἀμπελουργίας οἱ μὲν ταῖς χώραις μόνον διαιροῦσιν οἱ δὲ καὶ τῶν γενῶν ἐφάπτονκελεύουσι ται. δὲ τὰς μὲν ἐν τῇ ξηρᾷ καὶ θερμῇ πρωΐας ἀμπελουργεῖν ὅταν τάχιστα παύσωνται φυλλοβολοῦσαι, τὰς δ᾽ ἐν τῇ ψυχρᾷ καὶ ἐπόμβρῳ μικρὸν πρὸ τῆς βλαστήσεως. αἱ μὲν γὰρ ἐν τῇ ξηρᾷ διασώζουσαι τὸ ὑγρὸν αὐταί τε βελτίους γίγνονται καὶ ὁ καρπὸς ἡδυοινότερος, αἱ δὲ ἐν τῇ ψυχρᾷ μεθεῖσαι τὸ ὕδωρ αὐταὶ μὲν οὐδὲν χείρους ὁ δὲ καρπὸς ἀσηπτότερος καὶ ἡδυοινότερος. τὰς δ᾽ ἐν τῇ μέσῃ καὶ εὐκράτῳ κατὰ τὸ μέσον τῶν ὡρῶν.

ἔνιοι δὲ ὅλως πρωῒ πάσας κελεύουσιν ὥσπερ εἴπομεν ὅτι παχύτερόν τε τὸ κλῆμα γίνεται καὶ ἀμβλωπεῖς οὐκ ἔσονται καὶ ἐν εὐδίᾳ συμβήσεται τὰς τομὰς ἐπιξηραίνεσθαι· πάντα δὲ ταῦτα συμφέρει. χειμῶνος μὲν γὰρ οἱ

πολλοὶ τῶν ὀφθαλμῶν ἀπόλλυνται ῥίγει καὶ ἡ τομὴ βίᾳ ξηραινομένη ῥήγνυται, τοῦ δὲ ἔαρος ῥεῖ τό τε δάκρυον καὶ ἀμβλωπεῖς ἐπιγίνονται πολλαί.

καίτοι τινὲς οὐ διὰ τοῦθ᾽ ὑπολαμβάνουσιν ἀλλ᾽ ὡς τίκτουσαν τὴν ἄμπελον εὐθὺς ὅταν τρυγηθῇ καὶ τότε γινόμενον τὸν καρπόν· οὐ γὰρ οἷόν θ᾽ ἅμα δύο γόνους ἔχειν· οὐκ ὀρθῶς λέγοντες· γίνεσθαι γὰρ θέρους τὸν καρπὸν ὅταν ᾖ πολὺ τὸ ὑγρόν· ἐκ τούτου γὰρ τὴν γένεσιν εἶναι· τεκμήριον δὲ· ἐὰν γάρ τις ἐργάσηται τὰς διὰ χειμῶνος ἀργὰς ἀρχομένου τοῦ θέρους εὐθὺ τὰ κλήματα πυκνόφθαλμα γίνεσθαι διὰ τὸ πλῆθος τοῦ ὑγροῦ· τοῦτο δὲ τὴν ἐργασίαν ποιεῖν ὅτι πληροῖ. τὸν δ᾽ ἥλιον θερμαίνοντα πηγνύναι καὶ πυκνοτέρους τοὺς ὀφθαλμοὺς γίνεσθαι καὶ βότρυς πλείους.

οἱ δὲ ταῦτα κελεύοντες ἄλλως πως τὰς αἰτίας λέγουσι· φασὶ γὰρ τοῦτο δεῖν ἐν τῇ θερμῇ καὶ λεπτῇ καὶ διὰ τοῦτο πρωῒ ποιεῖν ὅπως τὸ ὕδωρ εἰς τὰ καιριώτατα τῶν κλημάτων ἔλθῃ καὶ ἔχῃ τροφὴν ἐν τῷ θέρει· τὰς δ᾽ ἐν τοῖς ἐφύδροις ἢ ὅσα τῶν γενῶν ὑβριστικὰ τοῦ ἦρος ὅπως διεσκεδασμένου τοῦ ὑγροῦ καὶ τμηθείσης ἐν ὥρᾳ τοῦτ᾽ ἀπορρυῇ. διὰ γὰρ τὸ πλῆθος οὐ πεττούσας τοῦθ᾽ ὑβρίζειν ἄλλως καὶ ἐκκληματοῦσθαι. φυτοῖς δ᾽ οὖσι τοῖς τοιούτοις καὶ ἐπισπείρειν ἐπὶ τὰ ἄνδηρα δεῖ κριθὰς καὶ κυάμους ἐπειδὴ ταῦτα ξηραντικώτατα πάντων.

αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται παρ᾽ ἑκάστων. ἀκριβεστάτη δὲ ἡ ἐν ἀμφοῖν διαίρεσις, ἔν τε ταῖς χώραις καὶ τοῖς γένεσι καὶ πρὸς τὰς ὥρας καὶ πρὸς τὸ βραχυτομεῖν ἢ μακροτομεῖν. ἔνια γὰρ οὐ φέρουσι κἂν βραχὺ τμηθῶσιν ἀλλ᾽ εἰς τὴν βλάστησιν τρέπονται καθάπερ ἡ ἀφυταῖος καλουμένη. καὶ ἐν Ἀκάνθῳ δὲ ἐπὶ τέτταρας ὀφθαλμοὺς ἐλαχίστους τέμνουσιν. αἱ δὲ μακροτομούμεναι ταχὺ καταγηράσκουσι διὰ τὴν πολυκαρπίαν. νέας δ᾽ οὖν οὔσας ἀναγκαῖον βραχυτομεῖν ὅπως

καὶ ῥιζωθῶσι καὶ αὐξηθῶσι. καὶ περὶ μὲν ἀμπελουργίας ἐκ τούτων ἄν τις θεωρήσειεν.