On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰς δὲ τομὰς πανταχοῦ τῶν φυτῶν βραχείας ὡς ἂν ῥιζωθῶσι καὶ αὐξηθῶσι· ἅμα δὲ ἡ γῆ αὐχμηρὰ καὶ τρέφειν ἀδύνατος τὰ πολλά. κατὰ δὲ τὴν ὀρεινὴν καὶ ψυχρὰν ἢ καὶ ὅλως ἔναυρον κατὰ τὸ ἔαρ τέμνειν εὐλαβοῦνται, τὸ γὰρ ψύχος ἀποξηραίνει. ὥραν δὲ τῆς τομῆς σχεδὸν τὴν αὐτὴν πᾶσιν ἀποδιδόασιν ὑπ᾽ αὐτὴν τὴν βλάστησιν ὅπως τὸ φυτὸν πλῆρες ὂν τοῦ ὑγροῦ πρὸς τὴν ἀφαίρεσιν ὁρμήσῃ καὶ ὁ βλαστὸς ὅτι κάλλιστος γένηται·

τὴν γὰρ τομὴν ταύτην οὐ καρποῦ χάριν ἀλλὰ βλαστοῦ γίνεσθαι· τὴν δὲ μετοπωρινὴν καρποῦ δι᾽ ὅπερ ἐκείνην ποιητέον εὐθὺ μετὰ πλειάδος δύσιν· τότε γὰρ εἶναι συνεστηκότα τε μάλιστα καὶ ἥκιστα τεμνόμενα δακρυρροεῖν καὶ ῥήγνυσθαι. μεθ᾽ ἡλίου δὲ τροπὰς καὶ μετὰ ζεφύρυου πνοὰς ἀμφότερα πάσχειν ταῦτα τεμνόμενα καὶ τό τε φυτὸν πονεῖν καὶ τὸν βλαστὸν ἐξ ἄκρου φύεσθαι πρὸς τῇ τομῇ διὰ τὸ τὴν τροφὴν τὴν μὲν ἐξερρυηκέναι τὴν δ᾽ ἐν τοῖς ἄκροις καταλελεῖφθαι.

τέμνειν δὲ τὰ μὲν ἐν τῇ χέρσῳ φυτευόμενα τῷ τρίτῳ ἔτει· θᾶττον γὰρ παραγίνεσθαι διὰ τὸ νεοργοτάτην εἶναι τὴν γῆν καὶ ἀκάρπωτον. τὰ δ᾽ ἐν τῇ γεωργουμένῃ ὀψιαίτερον. τὴν δ᾽ ἄμπελον ἄγειν δεῖ κύκλῳ περὶ τὸν πυθμένα· πανταχόθεν γὰρ ὁμαλοῦς οὔσης καλλίων καὶ εὐκαρποτέρα· τοῦτο δ᾽ οὐ χαλεπὸν ἐάν τις καταλίπῃ μὴ τὰ κάλλισθ᾽ ὡρμηκότα τῶν κλημάτων ἀλλὰ τὰ ἄριστα πεφυκότα πρὸς τὴν ἀγωγήν· ἀρκεῖ γὰρ εἷς ὀφθαλμὸς λειφθεὶς εἰς τὸ δέον. ἐὰν δέ τις ἀπορῇ καὶ τοῦτο διὰ τὸ τὴν ἄμπελον μὴ

ὡρμηκέναι κατὰ τὸ αὐτὸ τῶν λειφθέντων κλημάτων ἀφελεῖν τοὺς ἐντὸς ὀφθαλμοὺς ὅπως εἰς τοὺς ἔξω ῥέουσα ἡ τροφὴ σχίσῃ τὴν ἄμπελον· ἀεὶ γὰρ πρὸς τὸ ζῶν καὶ τὸ δεχόμενον ἡ ἐπιρροὴ, δι᾽ ὃ καθάπερ ἐλέχθη ῥᾴδιον ποιεῖν τὰς ἀγωγάς. τοῦτο δ᾽ ἐν ταῖς ἐνίκμοις καὶ ἀγαθαῖς· ἐν δὲ ταῖς αὐχμώδεσι καὶ ξηραῖς ἀνάγκη τὰ βέλτιστα λείπειν· ξηρὰ γὰρ οὖσα καὶ ὀλιγοτρόφος οὐ ῥᾳδίως ἕτερα προήσεται, δι᾽ ὃ συνακολουθητέον τῇ ὁρμῇ· χρὴ δὲ καὶ πρὸς τὰ πνεύματα τῇ αὐτῇ τομῇ χρῆσθαι καὶ μὴ βιάζεσθαι παρὰ φύσιν. τῶν μὲν οὖν φυτῶν τοιαύτας καὶ διὰ ταῦτα ποιοῦνται τὰς θεραπείας.