On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαιρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. κατὰ φύσιν μὲν γὰρ ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ᾽ ὁμοιότητά τινα λαμβάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐχμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ᾽ ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ ἐπόμβρῳ τὰ μανά. διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ.

ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρα συμφέρει διὰ τῶνδε φανερόν· ὧν μὲν γὰρ ἡ μήτρα

μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ ὀλίγοι· δι᾽ ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνότητα, δι᾽ ὃ μικρᾶς τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι.

τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι καὶ κρατίστη δι᾽ ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς,

ἡ δὲ ἄμπελος ὕδατος πλείστου δεῖται διὰ τὸ καὶ ἐν τῷ καρπῷ πλεῖστον ἔχειν τὸ ὑγρόν· ἔτι δὲ μάλιστ᾽ ἀντέχειν δύναται ἐν ταῖς ἐπομβρίαις. ἐὰν δὲ ἡ χώρα μήτε αὐχμηρὰ μήτε ἔπομβρος ἀλλὰ μέση τυγχάνῃ τὰ ἀνὰ μέσον φυτεύειν ὅσα μήτε πυκνὰ μήτε μανά. γένη μὲν οὖν πρὸς ἑκάστην ταῦτα οἰκεῖα διαιρεῖται.

περὶ δὲ τῶν σπερμάτων ἐπείπερ ἰσχυρότατα δεῖ διὰ τοῦτό τινες κελεύουσιν ὡς ἐκ ψυχροτάτης χώρας λαμβάνειν· πυκνότατα γὰρ ὄντα μᾶλλον ἀντέχειν ὥστε καὶ ἐν ταῖς λεπταῖς ἀντιλαμβάνεσθαι καὶ ἐν ταῖς ἐπομβρίαις μὴ ἐκσήπεσθαι. διὰ τοῦτο γὰρ καὶ τὰ μοσχεύματα δεῖν ἐς τὰς ἐπομβρίους μᾶλλον ἐμβάλλειν ἢ τὰ φυτεύματα πάντων τῶν δένδρων ὅτι τὰς ῥίζας τὰς καθιεμένας τῶν φυτευμάτων ἀσθενεῖς οὔσας ἐκσήπει τὰ δὲ τῶν μεμοσχευμένων ἰσχυρότερα καὶ εὐθὺς ἀντιλαμβάνεται.

τὰ δὲ πάχη τῶν φυτῶν εἰς μὲν τὴν ἔπομβρον οἰκεῖα· δεῖ γὰρ ὅτι μάλιστα ἰσχυρὰ καθάπερ λέγο

μεν· εἰς δὲ τὴν αὐχμηρὰν μήτε παχέα μήτε ἄγαν λεπτά· τὰ μὲν γὰρ οὐκ ἂν δύναιντο σῆψαι τὰ δὲ ἀσθενῆ κίνδυνος μὴ πρὸ τῆς βλαστήσεως ἀποξηρανθῇ. παραλλάττουσι δὲ καὶ οἱ χρόνοι τῆς φυτείας καθ᾽ ἑκάτερον· τὴν μὲν γὰρ ἔπομβρον καὶ ψυχρὰν ὀλίγον πρὸ ἰσημερίας δεῖ, τότε γὰρ ξηροτάτη καὶ θερμοτάτη· τὴν δ᾽ αὐχμηρὰν καὶ θερμὴν μεθ᾽ ἡλίου τροπάς· ὅσῳ γὰρ ἂν μᾶλλον βρέχηται τοσούτῳ βελτίων ἡ βλάστησις· τὴν δ᾽ ἄλλην ἅπασαν τεκμαιρόμενον πρὸς τοῦτο τὸν χρόνον.