On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰς δὲ τῶν ὑδάτων διαφορὰς τῶν ἐπιγείων, καὶ γὰρ ταῦτα οὐ μικρὰν ἔχει μερίδα πρὸς αὔξησιν καὶ τροφὴν, ὁμοίως τούτοις ληπτέον. ὅσα μὲν οὖν ἁλμυρὰ καὶ νιτρώδη καὶ στυπτηριώδη καὶ εἴ τις ἄλλος

τοιοῦτος χυλὸς ἄτροφα καὶ ἄγονα φυτῶν ὡς ἁπλῶς ἐστιν εἰπεῖν· πλὴν εἴ τι συγγενὲς αὐτοῖς ἐκτρέφειν δύναται καθάπερ καὶ ἡ θάλαττα· βραχὺ δέ τι τοῦτο ἢ οὐδὲν ὡς εἰπεῖν ἐστιν· ἐνιαχοῦ δὲ ποτίμων παραμιγέντων ἡ ἐκτροφὴ καθάπερ τοῖς ἐν Θρᾴκῃ θέρμοις, καθ᾽ αὑτὰ δὲ ὥσπερ καὶ ζώων καὶ φυτῶν ἄγονα.

ἡ δὲ θάλαττα πολλὰ καὶ παντοῖα φύει καί ἐστιν ὥσπερ ζώων τι γένος ἐν αὐτῇ καὶ φυτῶν. ὅσα δ᾽ ἐν τῇ ἀμπώτει δένδρα μέγεθος ἔχοντα καὶ καρπὸν τυγχάνει περὶ τούτων οὐκ ἄν τις ἴσως ἀποδοίη τῇ θαλάττῃ τὴν τροφὴν ἀλλ᾽ ἐνδέχεσθαι πότιμον ἕλκειν ἐν τῇ γῇ τὰς ῥίζας τὴν δὲ θάλατταν ἀβλαβῆ περιέχουσαν εἶναι καθάπερ καὶ τὸ ὕδωρ τοῖς ἐνύδροις· ἀλλὰ τούτων μὲν πέρι λόγος ἕτερος. καὶ ὅσα δὴ πρὸς αὐτῇ τῇ θαλάττῃ φύεται χρῆταί πως τῇ ἁλμυρίδι πρὸς εὐσθένειαν καὶ τροφήν· ἔοικε γὰρ τοῦτο ἴδιόν τι γένος εἶναι παρὰ τὰ εἰρημένα καθάπερ ἀνὰ μέσον ὄντα.

τὰ δ᾽ ἁλυκὰ τῶν ὑδάτων τρέφει μὲν καὶ τὰ ἔγγεια χεῖρον δὲ τῶν γλυκέων· ἀναυξῆ γὰρ ποιεῖ καὶ ἐπικάει, τὸ δ᾽ ἀλυπότερα τοῖς δένδροις ἢ τοῖς λαχανώδεσιν ἢ ὅλως τοῖς ἐπετείοις εἶναι καθάπερ τινές φασιν οὐκ ἄλογον ὅσῳπερ ἰσχυρότερα· τάχα γὰρ ἄν τισι πρόσφορον τὸ ὅλον ὥσπερ τοῖς φοίνιξιν εἴπερ καὶ οἱ ἅλες παραβαλλόμενοι· παραπλήσιος γὰρ ἢ ὁ αὐτὸς χυλός. οὐ μὴν ἀλλὰ καὶ τῶν λαχανωδῶν ἐστί τισι τὰ ἁλυκὰ πρόσφορα καθάπερ ῥαφάνῳ τευτλίῳ πηγάνῳ εὐζώμῳ· βελτίω γὰρ γίνεται τοῖς ἁλυκοῖς ἀρδόμενα ταῦτα, δι᾽ ὃ πρός γε τὴν ῥάφανον νίτρον τινὲς παραμιγνύουσιν ἐν τῷ βρέχειν ὥσπερ οἱ ἐν Αἰγύπτῳ καὶ γίνεται πολλῷ γλυκυτέρα καὶ ἁπαλωτέρα καθάπερ καὶ ἡ ἑψομένη.

τοῦτο δὲ συμβαίνει καὶ ὅλως ἡ ἁλυκότης πρόσφορος ὅτι πικρότητά τινα ἔχουσιν ἐν τῇ φύσει ταύτην δὲ διαδυόμενον καὶ ὥσπερ ἀναστομοῦν τὸ ἁλυκὸν ἐξάγει, δι᾽ ὃ καὶ ἐν ταῖς ἁλμυρίσιν ἡ ῥάφα

νος ἀρίστη· τὸ δὲ πικρὸν ἄτροφόν τε καὶ δύσχυλον ὥστε ἐξαγομένου τούτου καὶ γλυκυτέρα καὶ ἁπαλωτέρα καὶ εὐαυξεστέρα γίνεται· τὰ δ᾽ ἄλλα χείρω διὰ τὸ μὴ ἐξάγειν τὸ ἀλλότριον ἀλλὰ τὸ οἰκεῖον ἐπικάουσαν. δῆλον δ᾽ ὅτι καὶ ἐπὶ τῶν λοιπῶν πικρῶν ὁμοίως ἂν ἔχοι καθάπερ καὶ ὁ κορωνόπους καὶ τὰ κιχόρια. τοῖς δὲ δριμέσι οἷον κρομύῳ σκορόδῳ τοῖς ἄλλοις οὐκέτι πρόσφορον· οὐ γὰρ ἀφαιρεῖ τὴν δριμύτητα διὰ τὴν ὁμοιότητα τῶν χυλῶν. τὸ γὰρ ὅμοιον ἐπὶ τὸ ὅμοιον φέρεται καὶ εἰς τοὺς πόρους ἐνδύεται καθάπερ ἐπὶ τῶν καθαιρόντων καὶ ἐξαγόντων τὰς ἐπιχροΐσεις.

καὶ τὰ μὲν ἁλυκὰ τοῖς τοιούτοις πρόσφορα διὰ τὴν εἰρημένην αἰτίαν. εἰ δ᾽ ἀληθὲς ὃ ἔλεγεν Ἀνδροσθένης ὑπὲρ τῶν ἐν Τύλῳ τῇ νήσῳ τῇ περὶ τὴν ἐρυθρὰν θάλατταν ὅτι τὰ ναματιαῖα μᾶλλον συμφέρει τῶν οὐρανίων ἁλυκὰ ὄντα καὶ τοῖς δένδροις καὶ πᾶσι τοῖς ἄλλοις, δι᾽ ὃ καὶ ὅταν ὕσῃ τούτοις ἀποβρέχειν, αἰτιάσαιτ᾽ ἄν τις τὴν συνήθειαν· τὸ γὰρ ἔθος ὥσπερ φύσις γέγονε. συμβαίνει δὲ τὰ μὲν οὐράνια σπάνια γίνεσθαι τούτοις δ᾽ ἐκτρέφεσθαι καὶ τὰ δένδρα καὶ τὸν σῖτον καὶ τἆλλα δι᾽ ὃ καὶ πᾶσαν ὥραν σπείρουσι. ταῦτα μὲν οὖν ὡς ἐξ ὑποθέσεως εἰρήσθω.

Τῶν δὲ ποτίμων τὰ ψυχρὰ βέλτιστα· καὶ γὰρ πέψιν ποιεῖ μάλιστα διὰ τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ κατάψυξιν ταῖς ῥίζαις· δεῖται δὲ τὰ δένδρα ταύτης. ὅτι δὲ βελτίω σημεῖον τὸ γλυκύτερα καὶ εὐχυλότερα τοῖς ψυχροῖς ἀρδευόμενα καὶ λάχανα καὶ ῥίζας καὶ καρποὺς καὶ τἆλλα ὁμοίως. ἔοικε δὲ κατὰ λόγον ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν ἐκ διὸς ὑδάτων τὰ νυκτερινὰ καὶ τὰ βόρεια καὶ ἐπ᾽ αὐτῶν δὲ τῶν πνευμάτων ὅταν ᾖ βόρεια καὶ μὴ νότια καὶ ὅλως ὅταν ψυχρὰ καὶ μὴ θερμά· τὴν γὰρ αὐτὴν ὄνησιν πάντα ἔχει καὶ διὰ τὰς αὐτὰς ἀνάγκας· τὰ γὰρ θερμὰ διαχεῖ καὶ ἀνυγραίνει καὶ

ἀσθενὲς ποιεῖ τὸ σύμφυτον θερμόν.

ὑπερβολὴ δέ τίς ἐστιν ἴσως καὶ τοῦ ψυχροῦ καὶ πρὸς τροφὴν καὶ πρὸς γένεσιν ὥσπερ καὶ ἐπὶ τῶν ζώων εἴπερ ἀφαιρεῖται τὴν τοῦ θερμοῦ δύναμιν· ἀφαιρεῖται γὰρ τὴν ζωήν· οὐ μὴν πολλή γε οὐδ᾽ ἐν πολλοῖς ἐὰν μή τινα καὶ ἄλλον ἔχῃ χυμὸν ἀλλότριον· οὐδὲ γὰρ οὐδ᾽ ὅμοια τὰ ἐπὶ τῶν ζώων ἐστὶ τῶν ἐν φυτοῖς· ἐκεῖνα μὲν γὰρ ὅλως ὑπὸ τοῦ ὑγροῦ περιέχεται καὶ ἐν τούτῳ ξυνίσταται ταῦτα δ᾽ ἐν τῇ γῇ καὶ ἐν τῷ ἀέρι· μιγνυμένου δὲ τοῦ ὕδατος τούτοις οὔτε τὴν ἐκ τῆς γῆς οὔτε τὴν οἰκείαν ἀφαιρεῖται θερμότητα πλήν γ᾽ εἴ που καὶ ὁ ἀὴρ ὅλος τοιοῦτος· οὕτως γὰρ ἀβλαστὴς καὶ ἄγονος ἡ γῆ τὸ ὅλον.

τὰ μὲν οὖν ψυχρὰ διὰ ταῦτα βελτίω, τὰ δὲ πότιμα τῶν ἀπότων ὅτι τροφιμώτερα. μιγνυμένη γὰρ ἡ ἁλμυρὶς καὶ πᾶς ὁ τοιοῦτος χυλὸς οὐ μόνον ἀτροφίας ἀλλὰ καὶ ἄλλας βλάβας ἐμποιεῖ καθάπερ ἐπὶ τῶν σωμάτων. ἡ δὲ μίξις τῶν ὑδάτων ἡ τοιαύτη χρήσιμος ὅταν τὸ μὲν ἄγαν σκληρὸν ᾖ καὶ ὥσπερ ἄπεπτον καὶ ὠμὸν τὸ δὲ θῆλυ καὶ μαλακὸν ᾖ καὶ ἐάν τινα γεώδη συνεπιφέρῃ χυλὸν ὅπερ ἔχει τὰ θολερὰ καὶ κοπριώδη· καὶ γὰρ τῆς τοιαύτης δέονται τροφῆς. δ᾽ ὃ πολλάκις ἂν ἁρμόσειε λεπτὸν καὶ καθαρὸν μὴ καθαρῷ καὶ παχεῖ καὶ φρεατιαῖον ναματιαίῳ καὶ ῥυτὸν καὶ ὄμβριον λιμναίῳ καὶ ἁπλῶς στασίμῳ.

θαυμασιώτερον δ᾽ ἂν δόξειεν εἴ τι γλυκὺ καὶ πότιμον ἢ ὅλως ἄτροφον ἢ μὴ τελεσφόρον ἐστὶν ὥσπερ καὶ τὸ περὶ τὴν Πυρραίαν ὃ καὶ ἐν ταῖς ἱστορίαις εἴρηται. τὴν δ᾽ αἰτίαν ἐν δυσὶν ἄν τις λάβοι τούτων, ἢ ὅτι πάντως ἀσθενὲς ὅπερ οὐκ ἔοικεν, ἐπεὶ καὶ ὁ ἀὴρ δοκεῖ τρέφειν, ἢ ὅτι χυλόν τινα ἔχει κακοποιὸν ὃς λανθάνει τὴν γεῦσιν ὅπερ ἐκδηλούμενον φαίνεται καὶ ἐπὶ τούτου τοῦ ὕδατος· καὶ γὰρ ἄνθρωποι λουόμενοι λεπροὶ γίνονται καὶ τὰ φυτὰ παραπλησίαν τινὰ λαμβάνει διάθεσιν· οὐ γὰρ δὴ τό γε ἄγαν

τρόφιμον λεκτέον ὡς διὰ τὸ μὴ δύνασθαι κρατεῖν ἀτραφῆ καὶ χείρω γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.

Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαιροῦσιν. οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐδὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐλέχθη. καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκαστον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα φύεται· τὸ δ᾽ αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. καὶ αἱ καθ᾽ ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη. πολλάκις δὲ καὶ διὰ πλείω τούτων·

καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ οὐ ταὐτά. ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν μὴ ᾖ τις παραλλαγὴ τῆς φύσεως. ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν ἀλλ᾽ ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· σημεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ᾽ ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις.