On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ὅσα δὲ κοινὰ γένους τινὸς ἢ καὶ πλειόνων μὴ ὁμογενῶν οἷον τὸ στρέφειν τὰ φύλλα τὴν φιλύραν καὶ τὴν ἐλάαν καὶ τὴν πτελέαν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ὡς ἔνια τῶν ἀνθῶν νύκτωρ μὲν συμμύει μεθ᾽ ἡμέραν δὲ ἐκπετάννυται καὶ ὡς ἐν τῷ Εὐφράτῃ λέγουσιν οὐ μόνον τοῦ λωτοῦ τὸ ἄνθος ἀνοίγεσθαι καὶ συμμύειν ἀλλὰ καὶ τὸν καυλὸν ὁτὲ μὲν ἀναβαίνειν ὁτὲ δὲ δύεσθαι καὶ καταβαίνειν ἀπὸ δυσμῶν μέχρι μέσων νυκτῶν, ὡσαύτως δὲ καὶ εἴ τι ἄλλο τοιοῦτον, ἐν ἅπασι καὶ πανταχοῦ κοινήν τινα αἰτίαν ὑποληπτέον εἶναι. ῥᾴδιον δὲ ἴσως ἐν τοῖς ὁμογενέσιν ἰδεῖν.

ἐπὶ δ᾽ οὖν τῶν εἰρημένων ἡ μὲν τῶν φύλλων στροφὴ γίνεται διὰ τὸ περὶ τοῦτον τὸν καιρὸν μάλιστά πως τὰ ἀείφυλλα φυλλορροεῖν. ἡ δ᾽ αἰτία πρότερον εἴρηται περὶ πάντων τούτων. γινομένης οὖν τῆς φυλλορροίας ἀνάγκη μάλιστα πάσχειν τι τὰ φύλλα καὶ τὰ μὲν ἀσθενῆ καὶ ὥσπερ γεγηρακότα καταξηρανθέντα πίπτειν τὰ δ᾽ ἄλλα τὴν ἐπιστροφὴν μόνον λαμβάνειν. ἅπασι μὲν οὖν τοῦτο συμβαίνει ἢ μᾶλλον ἢ ἧττον ἔνδηλον δὲ μάλιστα ἐπὶ τούτων ὅτι μεγίστη διαφορὰ τῶν χρωμάτων τοῖς πρανέσι πρὸς τὰ ὕπτια· τὰ μὲν γὰρ χλωρὰ τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη· μᾶλλον δ᾽ ἐπὶ τῆς φιλύρας· μείζω γὰρ καὶ κάτω λευκότερα δι᾽ ὃ ἀνόμοια ὡς καὶ ἐπὶ τῆς λεύκης.

τῶν δ᾽ ἀει

φύλλων οἷς μὴ συμβαίνει τοῦτο διὰ τὸ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀκμήν τινα καὶ ὥσπερ ἰσχύν τινα εἶναι τῆς βλαστήσεως διὰ τοῦτο οὐκ ἂν συμβαίνοι· τῶν γὰρ ἰσχόντων οὐθὲν εὐπαθές. ἡ δὲ τῶν ἀνθῶν σύμμυσις καὶ δίοιξις ἐλαφροτέρα καὶ ῥᾴων ἰδεῖν· ὑπὸ γὰρ τοῦ ψύχους καὶ τῆς ἀλέας γίνεται ψυχρῶν ὄντων καὶ ἀσθενῶν· συμμύει μὲν γὰρ ξυνιόντος καὶ οἷον πηγνυμένου τοῦ ὑγροῦ, συναπολείπει γὰρ καὶ τὸ θερμὸν, ἀνοίγεται δὲ πάλιν διαχεομένου καὶ ἀνιέντος ὅπερ ὁ ἥλιος ποιεῖ.

τὰ δὲ πλέον καταδυόμενα καὶ ὑπερίσχοντα δῆλον ὅτι ψυχρότερα καὶ ἀσθενέστερα δι᾽ ὃ μᾶλλον συμπάσχει ταῖς μεταβολαῖς. ἡ δὲ αἴσθησις οὕτως ὀξεῖα γινομένη τοῖς καθ᾽ ὕδατος οὐκ ἄλογος ἄλλως τε καὶ ἐν τόποις θερμοῖς καὶ ἐμπύροις. ἐπεὶ καὶ ἐν τοῖς μὴ τοιούτοις αἱ διαδόσεις ταχεῖαι πάντων ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων. φαίνεται γοῦν συμπάσχειν οὐ μόνον τὰ ἐπὶ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς· ὕδατα τροπαῖς τε καὶ ἐπιτολαῖς· ἐπ᾽ ἐνίων δὲ ἄστρων καὶ αὐτὴ ἡ γῆ καὶ ἡ θάλαττα μεταβάλλει.

πάσχει δέ τι παραπλήσιον τούτῳ καὶ τῶν ἀνθῶν πολλὰ καθ᾽ ἡμέραν· ἀεὶ γὰρ συμπεριφέρεται τῷ ἡλίῳ νεύοντα καὶ ἐγκλίνοντα πρὸς αὐτόν. μᾶλλον δ᾽ ἐστὶ τοῦτο καταμαθεῖν ἐν τοῖς ἐλάττοσιν. ἐνίων δὲ καὶ τὰ φύλλα πάσχει ταὐτὸ καθάπερ τῆς μαλάχης καὶ τῶν τοιούτων· αἴτιον δὲ τοῦ ὑγροῦ ἡ ἀφαίρεσις· ᾗ γὰρ ἂν ἐξάγῃ θερμαίνων ὁ ἥλιος ἐν τούτῳ ἡ ἔγκλισις. ἐξάγει δὲ καθ᾽ αὑτὸν ὥστε τοῦτο ποιοῦντος ἐπιστρέφεται γὰρ καὶ περιάγεται. τοῦτο μὲν οὖν ὡς πίστεως χάριν εἰρήσθω πρὸς τὸ πρότερον ῥηθέν.

ὑπὲρ δὲ τῶν ἄλλων ὅσα συμβαίνει τοῖς δένδροις ἢ φυτοῖς πειρατέον ἐκ τῶν δένδρων μετιέναι καὶ θεωρεῖν τὴν ἰδίαν οὐσίαν ἑκάστου λαμβάνοντας καὶ τὴν τῆς χώρας φύσιν. ἐκ τούτων γὰρ τὰ κοινὰ πάθη καὶ αἱ κατὰ γένη παραλλαγαὶ καὶ τὸ ἁρμόττον καὶ τὸ οἰκεῖον ἑκάστοις

γίνεται φανερόν· δεῖ δὲ καὶ τὸ ὅμοιον καὶ τὸ αὐτὸ δύνασθαι θεωρεῖν· πολλὰ γὰρ δοκεῖ διαφέροντα οὐ διαφέρειν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ ταῦτα μὲν ἐνταῦθα ἐχέτω τὸ πέρας. ὅσα δὲ κατὰ τὰς γεωργίας συμβαίνει καὶ ὧν χάρις ἕκαστα ποιοῦσιν λεκτέον ὁμοίως.