On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. βελτίω δὲ καὶ χαίρει γεωργούμενα... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσιν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομέ-

νων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον.

ἰδιωτάτη δ᾽ ἂν δόξειεν ἡ ἀπὸ τῆς τῶν ῥιζῶν εἶναι θεραπείας τῆς τε κόπρου τῆς ὑείας ταῖς ῥόαις παραβαλλομένης καὶ εἴ τις ἄλλη τοιαύτη τινὶ δίδοται τροφὴ δι᾽ ἧς γλυκαίνει τὸν χυλόν. λέγεται δὲ καὶ ὡς ἡ πολυϋδρία καὶ ἡ ψυχροϋδρία ποιεῖ τινα μεταβολὴν καὶ ἐμφανέστατα δὴ καὶ μάλιστα ἡ τῶν ἐδαφῶν ἐνίων καὶ τοῦ ἀέρος φύσις ὥσπερ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ· ἐν τούτοις γὰρ καὶ ζητεῖν ὅλως δεῖ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἐδάφει καὶ ὕδατι καὶ ἀέρι καὶ ἐργασίᾳ. καὶ γὰρ ἁπλῶς ἡ γεωργία μεθίστησιν ἐξημεροῦσα τὰ δένδρα καὶ τοὺς καρπούς.

ὑπὲρ μὲν οὖν τῶν λοιπῶν ἕτεραί τινες αἰτίαι ὑπὲρ δὲ τῆς ἀπὸ τῶν ῥιζῶν μεταβολῆς ὑπὲρ ἧς τὰ νῦν ὁ λόγος ἐκεῖνο δεῖ λαβεῖν ὅτι καθάπερ ἀρχαί τινες αἱ ῥίζαι τῶν δένδρων· ἀκολουθεῖν δὲ φιλεῖ ταῖς ἀρχαῖς τὰ ἄλλα. δι᾽ ὃ καὶ ἐπὶ τῶν σικύων ἐλέχθη πρότερον ὅτι βρεχομένων ἐν γάλακτι τῶν σπερμάτων ἢ ἐν μελικράτῳ γλυκύτεροι γίνονται. καὶ ἐπ᾽ ἄλλων. αὗται δὲ καὶ τὴν τροφὴν πεπεμμένην μᾶλλον λαμβάνουσαι καὶ αὐταὶ μεταβάλλουσαι συμμεταβάλλειν ποιοῦσι καὶ τὸ δένδρον· ἀπὸ γὰρ τούτων ἡ διάδοσις. ἐπεὶ καὶ αἱ πολυϋδρίαι καὶ τὰ ἐδάφη καὶ αἱ κατεργασίαι περὶ ταύτας πρῶτον καὶ ἀπὸ τούτων ἀρχόμεναι τὰ ἄλλα συναλλοιοῦσι.

πρὸς ἕτερα δ᾽ ἴσως καὶ ἕτεραι βοήθειαι συνεργοῦσιν οἷον αἱ σχάσεις συκῶν καὶ κλάσεις τῶν ἀμπέλων καὶ αἱ κολάσεις τῶν ἀμυγδαλῶν ἢ πληγαῖς ἢ διειρόντων τοὺς παττάλους· ἀπορρεούσης γὰρ τῆς ὑγρότητος ἡ καταλειπομένη ῥᾷον ἐκπέττεται γλυκύτης. τὰ δ᾽ ἐνοφθαλμιζόμενα ἢ ἐγκεντριζόμενα οὐ πέφυκε μεταβάλλειν ὅτι καθάπερ ἀρχή τις ἑτέρα τούτων ἐστὶν ἧς οὐκέτι δύναται

κατακρατεῖν· ὥσπερ γὰρ γῇ χρῆται τῷ ὑποκειμένῳ τὸ ἐμφυτευόμενον ἢ ἐνοφθαλμιζόμενον ὥσπερ ἐλέχθη.

καί εἰσιν αὗται δύο μεταβολαὶ καὶ ἀπὸ δυοῖν, ἥ τε ἀπὸ τῶν ῥιζῶν καὶ ἡ ἀπὸ τῶν ἐνοφθαλμιζομένων ἢ ἐμφυτευομένων, ἡ μὲν αὐτῶν τῶν ὑποκειμένων ἀλλοιουμένων, ἡ δὲ ἑτέρων τινῶν ἐμβαλλομένων δι᾽ ὃ καὶ ἧττον ἐπὶ ταύτης τὸ θαυμαστόν. διὰ τί δ᾽ ἡ ῥόα μάλιστα μὲν μεταβάλλει τὴν μανότητα καὶ τὴν ἀσθένειαν αἰτιάσαιτ᾽ ἄν τις· εὐηκοώτατα γὰρ τὰ τοιαῦτα πρὸς μεταβολήν. ἐπισκεπτέον δὲ καὶ εἴ τις ἄλλη τῆς φύσεως ἰδιότης.