On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος σήσαμον ἐρύσιμον μήκων κύμινον. αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥᾳδίῳ τὸ πλῆθος. ὡς δ᾽ ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ᾽

ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις·

ἔτι δ᾽ οἱ καυλοὶ τῶν πλείστων ἰσχυροὶ καὶ οὐ ξυλώδεις καὶ οὐ μονοφυεῖς ἀλλὰ πλείους καὶ ἀκρεμονικοί· πολλῶν δὲ καὶ ἰσχυρῶν ὄντων εὔλογον ἤδη καὶ τὸ τοῦ καρποῦ πλῆθος ἄλλως τε κἂν αἱ ῥίζαι μὴ ἀντισπῶσιν ὥσπερ τῶν ναρθηκωδῶν καὶ κεφαλορρίζων ἀλλ᾽ αἰεὶ διαδιδῶσιν ὃ ἂν λαμβάνωσιν. ὅπερ καὶ ἐπὶ τῶν χεδροπῶν ἐστι καὶ ἐπὶ τῶν ἄλλων τῶν πλείστων· μονόρριζα γὰρ καὶ οὐ παχύρριζα ἀλλ᾽ εἰς τἄνω φερόμενα τῇ ὁρμῇ καὶ μάλιστα ὡς εἰπεῖν τὸ κύμινον· μικρὰ γάρ τις ἡ ῥίζα τούτου πάμπαν.

ὅσα δὲ ἰσχυρόρριζα τούτων, ἔνια γὰρ τοιαῦτα καθάπερ ὁ κέγχρος καὶ ὁ μέλινος, ταῦτα δὲ κατὰ λόγον ἀποδίδωσι τοὺς καυλοὺς ἀπ᾽ ἰσχυρῶν ἰσχυροὺς καὶ πολυσχιδεῖς ὥσθ᾽ ὅταν ἀπὸ μιᾶς ἀρχῆς πολλοὶ γένωνται κατὰ λόγον ἤδη καὶ τὸν καρπὸν εἶναι πολὺν ὥσπερ καὶ ἐπὶ τῶν πυρῶν καὶ κριθῶν ὅταν ἐξ ἑνὸς πλείονες ἐκβλαστῶσι κάλαμοι, πλείους γὰρ οἱ στάχυς.

ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν λαχανηρῶν ἐστιν ὅτι πολύσπερμα καὶ ἰσχυρόρριζα τυγχάνει· τὰ μὲν γὰρ πλείστους καυλοὺς ἀφιᾶσι τὰ δ᾽ ἀπὸ τοῦ ἑνὸς ἀκρεμόνας πλείους· ἅπαντα γὰρ ἀποδενδροῦται τῇ ὄψει διακαυλήσαντα, πανταχόθεν δὲ καὶ ἐκ πολλῶν πολὺς ὁ καρπός. ὅταν δ᾽ οὖν καὶ τὰ τοῦ ἀέρος εὐμενῆ τυγχάνῃ, πραῢς γὰρ ἤδη καὶ ἀχείμαντος τοῖς ὀψισπόροις, καὶ ἡ φύσις εἰς τὰ ἄνω μᾶλλον ὁρμᾷ καὶ μὴ ἀντισπᾷ τὰ τῶν ῥιζῶν ἀλλὰ συνεργῇ καὶ προσέτι μανὰ σπείρηται, κατὰ λόγον ἤδη ταῦτα πολυκαρπότερα γίνεται τῶν ἄλλων.

ὁ δὲ κύαμος καὶ εἴ τι τῶν χεδροπῶν ἄλλο μὴ πολύκαρπον δι᾽ ἀσθένειαν ὀλιγόκαρπον· δι᾽ ὃ δὴ καὶ πρωϊσπορεῖται προλαμβανόντων τοὺς χειμῶνας εἰς τὴν ῥίζωσιν· ἔστι δὲ ἐπίκηρον ἐν πολλοῖς καὶ πολλάκις ὥστε ἂν καὶ προ

φανῇ μὴ δύνασθαι τελειοῦν. ἡ δὲ ἀσθένεια καὶ τῇ αἰσθήσει φανερά· μανὸν γὰρ καὶ κενὸν καὶ οὐ πολύρριζον ὥστε εὐδίοδον εἶναι τῷ κακοποιοῦντι.

τοῦ μὲν οὖν πολυκαρπεῖν ἐν τούτοις αἱ αἰτίαι καὶ τοῖς ἐπετείοις καὶ τοῖς χρονιωτέροις· ἐπεὶ καὶ αἱ διακαθάρσεις τῶν δένδρων καὶ αἱ κατακοπαὶ ποιοῦσι πολυκαρπεῖν· ὅτι τὰ μὲν ἄλλα κωλύει τὰ δ᾽ αὐτὰ λαμβάνει τὰς τροφάς· τούτων οὖν ἀφαιρεθέντων εἰς τὸν καρπὸν ἡ ὁρμή. καὶ διὰ τοῦτο τὰς ἡρακλεωτικὰς καρύας θαμνώδεις ποιοῦσι κατακόπτοντες· ἐξαναλίσκουσι γὰρ ἀποδενδρούμενα πᾶσαν τὴν τροφήν.

Αἱ δὲ μεταβολαὶ τῶν καρπῶν κατὰ τὰς χώρας δῆλον ὅτι κατὰ τὸν ἀέρα καὶ τὰ ἐδάφη γίνονται, διὰ τούτων γὰρ καὶ ἐκ τούτων αἱ τροφαὶ πᾶσιν. ἰσχυρὸν δ᾽ ἡ τροφὴ πρὸς ὁμοίωσιν εἴ γε καὶ ἐν τοῖς ζώοις οὕτως γίνεται ὁμοιότης. φαίνεται δ᾽ οὐ μόνον τὰ σπέρματα καὶ τὰ φυτὰ καὶ τὰ δένδρα μεταβάλλειν ἀλλὰ καὶ τὰ ζῶα καὶ τρόπον τινὰ μᾶλλον ταῦτα· καὶ γὰρ τὰς μορφὰς ἐξομοιοῦνται κατὰ τοὺς τόπους·

ἐν δὲ τοῖς καρποῖς οὐχ ὁμοίως τοῦτο ἐπίδηλον, οὐ μὴν ἀλλὰ καὶ ἐνταῦθα γίνεται καὶ μάλιστα ἐκδήλως κατὰ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τοὺς χυλούς· χρώματα μὲν οἷον τὰ σπέρματα· λευκὰ γὰρ ἐκ μελάνων καὶ μέλανα ἐκ λευκῶν μεταβάλλει· χυλοὺς δὲ καὶ οἱ καρποί, τὸ δὲ ἐκ τῶν χρωμάτων ἢ οὐκ ἐμφανὲς ἢ οὐχ ὁμοίως συμβαίνει πλὴν ἐὰν ὅλον μεταστῇ τὸ δένδρον ὥστε ἐκ μέλανος γενέσθαι λευκὸν ὅπερ ἐνίοτε συμβαίνει τοῖς ἐκ σπέρματος φυομένοις.

κοινοῦ δὲ τοῦ πάθους ὄντος ὁμοίως ζώων τε καὶ φυτῶν κοινήν τινα δεῖ καὶ τὴν αἰτίαν ζητεῖν· ἐπεὶ κἀκεῖνο ὅμοιον ἔν τε τοῖς σπέρμασι καὶ ἐν τοῖς ζώοις ὥστε μὴ εὐθὺς ἀλλὰ τριγονήσαντα μεταβάλλειν· ἅπαντα γὰρ κατὰ μικρὸν ἐξαλλοιοῦται καὶ μεθίσταται. τὸ δ᾽ ἐπὶ

τῶν δένδρων ἀνάπαλιν εὐλόγως· ἀσθενέστατα γὰρ ἐν ἀρχῇ καὶ μάλιστα ὅταν ἐκ σπέρματος.

ἀτοπώτατον δὲ καὶ θαυμάζεται μάλιστα ἐπὶ τῶν δένδρων ἡ εἰς τὸ βέλτιον μεταβολὴ καθάπερ ἐν Αἰγύπτῳ τε καὶ ἔτι μᾶλλον ἐν Κιλικίᾳ τῶν ῥοῶν ἔτι δ᾽ ἡ τῆς μυρρίνης περὶ Αἴγυπτον εὐωδία· τὰς γὰρ ἐπὶ τὸ χεῖρον καὶ πολλὰς ὁρῶμεν καὶ πανταχοῦ δι᾽ ὃ καὶ οὐ θαυμαζομεν. ἔστιν οὖν δῆλον ὅτι καὶ ἐπὶ τῶν σπερμάτων συμβαῖνον ὅταν εἰς τὸ βέλτίον ᾖ σχεδὸν ὅμοιον· ἐν τούτῳ γὰρ ἡ διαφορὰ τῷ τὸ μὲν ἀεὶ τοιοῦτο μένειν ὅταν φυτευθῇ τὸ δ᾽ ἄλλο καὶ ἄλλο μεταβάλλειν·

ἐπεὶ τό γε γινόμενον ταὐτό· παραιρεῖται γὰρ ἀεί τι τῆς φύσεως ἐπικρατοῦν. ὡσαύτως ἀμφοῖν, ξυμβαίνει γὰρ τοῦτο καὶ ἐπὶ τῶν ζώων· ἐκ μελάνων γὰρ λευκὰ γίνεται καὶ ἐκ τραχέων μαλακὰ καὶ ἄλλας τοιαύτας ἔχοντα μεταβολάς. αἴτιον δὲ ἐνταῦθα δοκεῖ τῶν μὲν φανερῶν εἶναι τὸ ὕδωρ τῶν δὲ καὶ ὅλως αἱ τροφαὶ καὶ ὁ ἀήρ· ὥστε κἀκεῖ χρὴ νομίζειν καὶ εἴπου ἄλλοθι τοιοῦτόν τι συμβαίνει τὰς αὐτὰς εἶναι καὶ παραπλησίας ἀνάγκας. τὰ δὲ καθ᾽ ἕκαστα μᾶλλον ἴσως δὲ καὶ μόνως ἄν τις ἀποδοίη τὴν ἐμπειρίαν προσλαβὼν χώρας καὶ τόπου διὰ τῆς ἱστορίας.